ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. η΄ 7-13
7 Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. 8 μεμφόμενος γὰρ αὐτοῖς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, 9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος· 10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος· διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν. 11 καὶ οὐ μὴ διδάξουσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν· 12 ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. 13 ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. γ΄ 19-22
19 Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπ᾿ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, 20 προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 21 Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν 22 καὶ καταβῆναι τὸ Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ᾿ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
![]()
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΝΥΣΣΗΣ
Στίς 10 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου Νύσσης. Ὁ ἅγιος Γρηγόριος ἦταν ὁ τρίτος υἱὸς τοῦ Βασιλείου καὶ τῆς Ἐμμελίας, μετὰ τὸν Μέγα Βασίλειο καὶ τὸν Ναυκράτιο. Δὲν φοίτησε σὲ μεγάλες σχολὲς τῆς ἐποχῆς ἐκείνης, ἀλλὰ διδάχτηκε τὴν ρητορικὴ καὶ τὴν φιλοσοφία στὴν Καισάρεια, ὅμως ὡς κατ᾽ ἐξοχὴν διδάσκαλό του θεωρεῖ τὸν Βασίλειο, μάλιστα τὸν ἀποκαλεῖ καὶ προστάτη του, ἀλλὰ καὶ τὴν ἀδελφή του Μακρίνα. Μετὰ τὶς σπουδὲς του ἀφιερώθηκε στὸ ἐπάγγελμα τοῦ ρήτορα καὶ νυμφεύθηκε τὴν Θεοσέβεια, ἡ ὁποία κοιμήθηκε τὸ 386. Ἀκολούθησε ἱερατικὴ σταδιοδρομία, ὅπου τὸ 371 χειροτονήθηκε ἀπὸ τὸν ἀδελφό του Βασίλειο ἐπίσκοπος Νύσσης, πόλη ἡ ὁποία ἀπεῖχε ἑξήντα μίλια ἀπὸ τὴν Καισάρεια πρὸς τὴν Ἄγκυρα. Μετὰ τὴν κοίμηση τοῦ Βασιλείου ἀναμείχθηκε ἐνεργότερα στὰ ἐκκλησιαστικὰ ζητήματα καὶ πῆρε μέρος στὴν Β΄ Οἰκουμενικὴ Σύνοδο στὴν Κωνσταντινούπολη τὸ 381, στὴν ὁποία ὑπῆρξε ὑπέρμαχος τῆς ὀρθοδόξου πίστεως ἀντιμαχόμενος τὴν αἵρεση τῶν πνευματομάχων, κατατροπώνοντάς τους μὲ Γραφικὲς ὑποδείξεις καὶ μὲ τὴν δύναμη τῶν λόγων του. Μάλιστα κατὰ τὴν Σύνοδο ἐκφώνησε τὸν ἐπιτάφιο στὸν ἀποθανόντα πρόεδρο τῆς Συνόδου Μελέτιο Ἀντιοχείας καὶ ἔδωσε τὴν τελικὴ μορφὴ στὸ Σύμβολο τῆς πίστεως τῆς Συνόδου. Ὁ ἅγιος Γρηγόριος, ἀφοῦ ἐποίμανε καλῶς καὶ θεαρέστως τὸ ποίμνιό του, ἐξεδήμησε πρὸς Κύριον σὲ μεγάλη ἡλικία. Ὑπῆρξε ἄριστος γνώστης τῆς κοσμικῆς σοφίας καὶ ὁλόκληρης τῆς Ἁγίας Γραφῆς καὶ μαζὶ μὲ τοὺς δύο ἄλλους Καππαδόκες Πατέρες, Βασίλειο καὶ Γρηγόριο τὸν Θεολόγο, μᾶς ἄφησαν τὴν ἀπαράμιλλη θεολογία τῶν Καππαδοκῶν Πατέρων.
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας Πίστεως.
Θεῖον γρήγορσιν, ἐνδεδειγμένος, στόμα σύντονον, τῆς εὐσέβειας, ἀνεδείχθης Ἱεράρχα Γρηγόριε τὴ γὰρ σοφία τῶν θείων δογμάτων σου, τῆς Ἐκκλησίας εὐφραίνεις τὸ πλήρωμα. Πάτερ ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις τῆς σοφίας ὁ θησαυρός, καί τῆς Ἐκκλησίας θεορρήμων ὑφηγητής· χαίροις θεοφθόγγων, δογμάτων ἡ κιθάρα, Γρηγόριε παμμάκαρ Νύσσης ὁ Πρόεδρος.