ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφ. δ’ 7-13
7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. 9 τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11 καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. δ’ 12-17
12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. 13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, 14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· 15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, 16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. 17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
![]()
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΕΥΣΤΡΑΤΙΟΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ
Στίς 9 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Εὐστρατίου τοῦ θαυματουργοῦ. Ἔζησε στίς ἀρχές τοῦ ἐνάτου αἰώνα καί ἔλαβε καλή ἀνατροφή ἀπό τούς γονεῖς του. Στήν ἠλικία τῶν εἴκοσι ἐτῶν ἄφησε τό σπίτι του καί πῆγε στόν Ὄλυμπο τῆς Βιθυνίας γιά νά μονάσει. Στήν μονή τῶν Ἀγαύρων ἀσκήτευαν ἤδη δύο θείοι ἀπό τήν μητέρα του. Ἐκάρη λοιπόν ἀπό αὐτούς μοναχός καί ἀπό τότε ὑπηρετοῦσε ὅλους τούς ἀδελφούς μέ προθυμία καί ταπείνωση. Φοροῦσε ἔνα τρίχινο ροῦχο ἀπό μαλλί προβάτου καί ἀναπαυόταν λίγο σέ ὅποιον τόπο βρισκόταν, διότι δέν εἶχε κάποιο συγκεκριμένο μέρος γιά νά κοιμᾶται. Μετά τήν κοίμηση ἄλλων ἡγουμένων, ἔγινε ὁ μακάριος Εὐστράτιος ἡγούμενος, μετά ἀπό παράκληση τῶν ἀδελφῶν. Ἐκείνη τήν περίοδο ὁ θηριώνυμος βασιλιάς Λέων ὁ Ἀρμένιος ἐπανέφερε τήν αἵρεση τῶν εἰκονομάχων, γι’αὐτό πολλοί χριστιανοί ἐγκατέλειπαν τά σπίτια τους. Μετά ἀπό συμβουλή τοῦ ὁσίου Ἰωαννικίου τοῦ Μεγάλου, ἄφησε καί ὁ ἅγιος Εὐστράτιος τό μοναστῆρι του καί πῆγε στήν πατρίδα του. Ὅταν ἔγινε ἡ ἀναστήλωση τῶν εἰκόνων ἀπό τήν Θεοδώρα ἐπέστρεψε καί ὁ ἅγιος στήν μονή του. Ὅλη τήν ἡμέρα διακονοῦσε καί κοπίαζε, τήν δέ νύχτα τήν περνοῦσε μέ προσευχή καί γονυκλισίες. Ἐπιτελοῦσε πάμπολλα θαύματα καί ὅταν ἐπρόκειτο νά ἐκδημήσει πρός τόν Κύριο, κάλεσε ὅλους τούς ὑποτασσόμενους σέ αυτόν μοναχούς καί τούς εἶπε: “Ἀδελφοί καί πατέρες, ὁ καιρός τῆς ζωῆς μου ἔλαβε τέλος· λοιπόν, τέκνα μου ἀγαπητά, φυλάξατε τήν παρακαταθήκη τοῦ ἁγίου σχήματος, πού παραλάβετε, ξέροντας ὅτι τά παρόντα πράγματα εἶναι πρόσκαιρα και μάταια, τά δέ μέλλοντα εἶναι αἰώνια καί παντοτινά. Γι’ αὐτό φροντίστε τέκνα μου νά ἀξιωθεῖτε τῆς μερίδας τῶν σωζωμένων.” Σφράγισε ὅλους μέ τό σημεῖο τοῦ Σταυροῦ, σήκωσε τά μάτια του στόν οὐρανό καί εἶπε, “εἰς χεῖρας σου, Κύριε, παρατίθημι τό πνεῦμα μου”. Ἐκοιμήθη σέ ἠλικία ἐνενήντα πέντε ἐτῶν.
Ἀ π ο λ υ τ ί κ ι ο ν
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Ἐν Ὀλύμπῳ Βιθυνίας τῇ ἀσκήσει διέλαμψας, καί εἰρηνικῶς Θεορρήμον, πρός Θεόν ἐξεδήμησας· τά βέλη τά πεπυρωμένα τῶν Εἰκονομάχων ἐναπέσβεσας, καί προστάτης ἀνεδείχθης, τῆς ὁμωνύμου Νήσου, Θαυματουργέ Εὐστράτιε. Χαίροις τῆς ἐγκρατείας ὁ ἑσμός· χαίροις κρουνός ἰάσεων· χαίροις ὁ ἁγιάσας τό Λαδά τῇ ἐμφανίσει Σου.
Μ ε γ α λ υ ν ά ρ ι ο ν
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καί Εἰκονομάχων, ὁ πολέμιος ὁ δεινός, χαίροις ὅστις πλάκας, ἐδέχθη γεγραμμένας, χειρί τῇ θεία ὄντως, ὡς Μωσῆς ἄλλοτε.