Σάββατο 8 Ιανουαρίου 2022

Η ΟΣΙΑ ΔΟΜΝΙΚΗ

 8 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

φ. ς’ 10-17

   10 Τὸ λοιπόν, ἀδελφοί μου, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11 ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· 12 ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13 διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. 14 στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, 15 καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· 17 καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. δ’ 1-11

   1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, 2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε. 3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. 4 Ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ 6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτόν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν 9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. 10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΟΣΙΑ ΔΟΜΝΙΚΗ

    Στίς 8 Ἰανουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῆς ὁσίας μητρός ἡμῶν Δομνίκης. Ἔζησε κατά τούς χρόνους τοῦ Θεοδοσίου τοῦ Μεγάλου, τό 384 καί καταγόταν ἀπό τήν Καρθαγένη τῆς Ἀφρικῆς. Πῆγε κάποτε στήν Κωνσταντινούπολη γιά κάποια ὑπόθεση μαζί μέ ἄλλες σαράντα παρθένες. Ὁ Πατριάρχης Νεκτάριος τίς δέχθηκε μετά ἀπό θεία ἀποκάλυψη καί μερίμνησε ὥστε νά βαπτισθοῦν ὅλες. Ἡ ἁγία Δομνίκη ἔγινε μοναχή, ἀγωνίσθηκε μέ ἀνδρεῖο φρόνημα καί ἀξιώθηκε νά θαυματουργεῖ ἤδη ἀπό αὐτήν τήν ζωή. Διάγοντας μέ αὐτήν τήν λαμπρότητα τήν ζωή της, ἐξεδήμησε πρός Κύριον.

 

Ἀπολυτίκιον
χος δ’. Ταχύ προκατάλαβε.

  Ἀγάπῃ τῇ κρείττονι, καταυγασθεῖσα τόν νοῦν, ἀσκήσει ἐξέλαμψας, ὥσπερ λαμπάς φαεινή, Δομνίκα πανεύφημε· ὅθεν μοναζουσῶν σε, ὁδηγόν φωτοφόρον, ἔδειξεν ὁ Δεσπότης, διά βίου καί λόγου. Ὧ πρέσβευε θεοφόρε, σώζεσθαι ἄπαντας.

Μεγαλυνάριον

  Χαίροις ὧ Δομνίκα πανευκλεής· σύ γάρ τόν Δεσπότην, ἀγαπήσασα ἐκ ψυχῆς, ἴχνεσι τοῖς τούτου, ὥσπερ ἀμνάς τιμία, ἀμέμπτως ἐπορεύθης διό δεδόξασαι.