ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ιθ΄ 1-8
1 Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον· καὶ εὑρὼν μαθητάς τινας 2 εἶπε πρὸς αὐτούς· εἰ Πνεῦμα Ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ δὲ εἶπον πρὸς αὐτόν· ἀλλ᾿ οὐδὲ εἰ Πνεῦμα Ἅγιόν ἐστιν ἠκούσαμεν. 3 εἶπέ τε πρὸς αὐτούς· εἰς τί οὖν βαπτίσθητε; οἱ δὲ εἶπον· εἰς τὸ Ἰωάννου βάπτισμα. 4 εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾿ αὐτὸν ἵνα πιστεύσωσι, τοῦτ᾿ ἔστιν εἰς τὸν Ἰησοῦν Χριστόν. 5 ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 6 καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας ἦλθε τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. 7 ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. ,8 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. α΄ 29-34
29 Τῇ ἐπαύριον βλέπει ὁ Ἰωάννης τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾿ αὐτόν. 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾿ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾿ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ. 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΑΘΑΝΑΣΙΟΣ ΕΞ ΑΤΤΑΛΕΙΑΣ
Στίς 7 Ἰανουαρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἀθανασίου ἐξ Ἀτταλείας. Ὅ ἅγιος βρέθηκε κάποτε στήν Σμύρνη καί συναναστρεφόταν πάντοτε μέ ὀθωμανούς, οἱ ὁποίοι τόν ἐνοχλοῦσαν, περιγελώντας τήν χριστιανική πίστη. Παρόλο πού ἦταν ἀγράμματος, ἀποστόμωνε τούς ἀπίστους καί ἀποδείκνυε πόσο σαθρή ἦταν ἡ πίστη τους. Ντροπιασμένοι ἐκεῖνοι ἀποφάσισαν νά τόν παγιδεύσουν, ἔτσι κἀποια φορά πού ὁ ἅγιος ἀναφώνησε τό “δόξα τῷ Θεῷ” στήν γλώσσα τους, τόν περικύκλωσαν καί τόν ἔσυραν στό δικαστήριο, ὅπου ψευδομαρτύρησαν ὅτι ὁ Ἀθανάσιος ἀποδέχθηκε τήν θρησκεία τους. Ὁ μακάριος ἔλεγε ὅτι ψεύδονται καί ὅτι προτιμᾶ νά μαρτυρήσει γιά τόν Χριστό, παρά νά τόν ἀρνηθεῖ. Τόν φυλάκισαν, τόν ἀνέκριναν, τόν ράβδισαν καί προσπαθοῦσαν πότε μέ ἀπειλές, πότε μέ κολακεῖες νά τόν πείσουν νά ἀρνηθεῖ τήν πίστη του. Ὁ ἅγιος περέμεινε ὅμως σταθερός στήν γνώμη του, ὥσπου ὁ κριτής διέταξε νά τόν ἀποκεφαλίσουν. Ὁ μάρτυρας τοῦ Χριστοῦ εὐχαρίστως δέχθηκε αὐτήν τήν ἀπόφαση. Τό ἅγιο λείψανό του παρέμεινε ἐπί τρεῖς ἡμέρες ἄταφο γιά νά τό κατασπαράξουν τά σκυλιά, τό πῆραν ὅμως οἱ χριστιανοί καί τό ἐνταφίασαν μέ τιμές.
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον γόνον σε γῆ Ἀτταλείας, ἀνεβλάστησε, καρποφοροῦντα, Ἀθανάσιε τάς τῆς πίστεως χάριτας τῶν γάρ πατρώων θεσμῶν ἀντεχόμενος, τούς ἐναντίους ἀθλήσας, κατήσχυνας. Μάρτυς ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις Ἀτταλείας θεῖος βλαστός καί Νεομαρτύρων, ἐγκαλλώπισμα ἱερόν· χαίροις ὁ ἀθλήσας, ὑπέρ Χριστοῦ νομίμως, Ἀθανάσιε τρισμάκαρ, Μαρτύρων σύσκηνε.