ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ι΄ 35 – ια΄ 7
35 Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μισθαποδοσίαν μεγάλην. 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν. 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. 38 ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.
ια΄ 1 Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων. 2 ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. 3 Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι. 4 Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, δι᾿ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ Θεοῦ, καὶ δι᾿ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται. 5 Πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός· πρὸ γὰρ τῆς μεταθέσεως αὐτοῦ μεμαρτύρηται εὐηρεστηκέναι τῷ Θεῷ· 6 χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι· πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. 7 Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι᾿ ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατά πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κ΄ 1-8
1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΕΡΜΥΛΟΣ ΚΑΙ ΣΤΡΑΤΟΝΙΚΟΣ
Στίς 13 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἑρμύλου καί Στρατονίκου. Οἱ ἅγιοι αὐτοί ἔζησαν στούς χρόνους τοῦ βασιλέα Λικινίου καί ὁ μέν Ἕρμυλος ἦταν διάκονος στό ἀξίωμα ὁ δέ Στρατόνικος ἦταν φίλος του. Ὅταν συνελήφθη ὁ ἅγιος Ἕρμυλος ἀπό τούς εἰδωλολάτρες, ἐπειδή ἦταν χριστιανός, στήν ἀρχή τόν ἔδειραν ἀπάνθρωπα μέ μαστίγιο, τό ὁποῖο εἶχε χάλκινα σφαιρίδια καί κατόπιν τοῦ ξέσκισαν τό σῶμα μέ ραβδιά ἀκανθωτά. Βλέποντας ὁ φίλος του Στρατόνικος ὅτι τόν κτυποῦσαν τόσο ἀπάνθρωπα, ὥστε ἄνοιξε ἡ κοιλιά του, τόν συμπόνεσε καί μέ τήν σύμφωνη γνώμη τοῦ Ἑρμύλου παρουσιάσθηκε καί αὐτός στόν βασιλέα καί μέ παρρησία ὁμολόγησε τήν πίστη του στόν Χριστό, ὡς Θεό ἀληθινό. Ἀφοῦ τόν ἔδειραν καί αὐτόν μέ πολύ ἀσπλαγχνία, μαζί μέ τόν Ἕρμυλο τούς ἔρριξαν στόν Δούναβη ποταμό, ὅπου οἱ ἀοίδιμοι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν τῆς οὐρανίου Βασιλείας.
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας Πίστεως
Δυὰς ἔνθεος, ὁμολογοῦντες, τὴν Ὑπέρθεον, πιστῶς Τριάδα, ἀνεδείχθητε
πανεύφημοι Μάρτυρες, ὁ εὐκλεὴς καὶ ἀήττητος Ἔρμυλος, καὶ ὁ στερρὸς καὶ
θεόφρων Στρατόνικος. Ἀλλ’ ὡς σύμμορφοι, ἐν δόξῃ τῇ ὑπὲρ ἔννοιαν,
αἰτήσασθε ἡμῖν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Γνώμῃ ὁμοψύχῳ καί σταθηρᾷ, Ἕρμυλος ὁ θεῖος, καί Στρατόνικος ὁ κλεινός, τοῦ Χριστοῦ τό πάθος, δοξάσαντες δι’ ἄθλων, τῆς ἀειζώου δόξης κατηξιώθησαν.