Τρίτη 21 Δεκεμβρίου 2021

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΜΙΣΤΟΚΛΗΣ

 21 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. ε΄ 11-21

    11 Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, 12 ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαί, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14 βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ. 16 εἴ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ. 17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ· 18 λέγει γὰρ ἡ γραφή· βοῦν ἀλοῶντα οὐ φιμώσεις· καί· ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. 19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20 τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι. 21 διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς, χωρὶς προκρίματος μηδὲν ποιῶν κατὰ πρόσκλισιν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ι΄ 2-12

    2 Προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· 10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΘΕΜΙΣΤΟΚΛΗΣ

    Στίς 21 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Θεμιστοκλῆ. Ὁ ἅγιος Θεμιστοκλῆς καταγόταν ἀπό τά Μύρα τῆς Λυκίας, ἔζησε στούς χρόνους τοῦ αὐτοκράτορα Δεκίου καί ἦταν βοσκός. Κάποτε ὁ ἄρχοντας τῆς περιοχῆς Ἀσκληπιός ξεκίνησε διωγμό κατά τῶν χριστιανῶν καί καταζητοῦσε τόν ἅγιο μάρτυρα Διοσκορίδη, ὁ ὁποῖος εἶχε καταφύγει στά ὄρη πού ποίμαινε τά πρόβατά του ὁ ἅγιος Θεμιστοκλῆς. Ὅταν οἱ ἄνθρωποι τοῦ ἄρχοντα συνάντησαν τόν Θεμιστοκλῆ καί τόν ρώτησαν ἐάν γνώριζε ποῦ βρισκόταν ὁ ἀοίδιμος Διοσκορίδης αὐτός γιά τόν μέν Διοσκορίδη ἀπέκρυψε τόν τόπο πού κρυβόταν γιά δέ τόν ἑαυτό του ἀποκάλυψε ὅτι εἶναι χριστιανός. Ἔτσι ὁδηγήθηκε στόν ἄρχοντα καί ὁμολόγησε μέ παρρησία ὅτι ὁ Χριστός εἶναι ὁ μόνος καί ἀληθινός Θεός, γι’ αὐτό τόν κτύπησαν ἀνελέητα στήν κοιλιά, μέ ἀποτέλεσμα νά σχισθῆ. Ἔπειτα τόν ἔσυραν πάνω σέ σιδερένια αἰχμηρά ἀντικείμενα, τά ὁποῖα καρφώθηκαν σέ ὅλο τό σῶμα του καί ἔτσι ὁ μακάριος Θεμιστοκλῆς παρέδωσε τήν ἁγία ψυχή του στόν Κύριο καί ἀξιώθηκε τῆς οὐρανίου βασιλείας.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

    Ὡς ἐναθλήσας ἀπτοήτῳ καρδίᾳ, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ τὸν Χριστὸν ἐδόξασας τοῖς ἄθλοις σου· ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις, Θεμιστόκλεις ἔνδοξε, Ἀθλητὰ γενναιόφρον· μεθ’ ὧν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.

Μεγαλυνάριον

   Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Μάρτυς Θεμιστόκλεις, καὶ κατέβαλες τὸν ἐχθρόν· ὅθεν ἡμᾶς ῥῦσαι, τῆς τούτου ἐπηρείας, καὶ πάσης ἄλλης βλάβης, τῇ ἀντιλήψει σου.