ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. α’ 8-14
8 Οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, 9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, 10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. 12 Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, 13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, 14 ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. η΄ 22-26
22 Καὶ ἔρχεται εἰς Βηθσαϊδά, καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 24 καὶ ἀναβλέψας ἔλεγε· βλέπω τοὺς ἀνθρώπους ὡς δένδρα περιπατοῦντας. 25 εἶτα πάλιν ἐπέθηκε τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι, καὶ ἀποκατεστάθη, καὶ ἀνέβλεψε τηλαυγῶς ἅπαντας. 26 καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΜΑΡΤΥΣ ΛΕΥΚΙΟΣ
Στίς 14 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ἁγίου μάρτυρος, καλλινίκου καὶ πολυάθλου Λευκίου, ὁ ὁποῖος προσέδραμε στὸ μαρτύριο μὲ τὴν πεποίθησιν ὅτι δὲν τρέχει στὸν θάνατο, ἀλλὰ στὴν Ζωή. Ὁ Ἅγιος Λεύκιος κατήγετο ἀπὸ τὴν Καισάρεια τῆς Βιθυνίας ἐξ ἐπιφανοῦς οἰκογενείας, ἦτο πολὺ μορφωμένος καὶ ἐξασκοῦσε τὸ ἐπάγγελμα τοῦ δικολάβου. Ἤθλησεν ἐπὶ Δεκίου τὸν 3ον αἰῶνα, κατὰ τὸν σφοδρὸν διωγμὸν στὴν Νικομήδεια, ὅπου ὁ ἄρχοντας αὐτῆς Κουμβρίκιος βασάνιζε φρικτά τούς Χριστιανούς, γιὰ νὰ τοὺς ἀναγκάση νὰ ἀποδεχθοῦν τὴν εἰδωλολατρίαν. Οἱ φυλακὲς ἦσαν γεμάτες ἀπὸ τοὺς καταπληγωμένους Χριστιανούς. Ὁ Ἅγιος Λεύκιος ἐπεσκέπτετο τὶς φυλακές, ἐνίσχυε τοὺς πληγωμένους ἀπὸ τὰ βασανιστήρια ὑποψηφίους νὰ παραστοῦν εἰς δίκην ἐνώπιον τοῦ ἄρχοντος Κουμβρικίου, τοὺς χορηγοῦσε ἀκόμη καὶ τὰ χρειώδη. Παρίστατο στὶς δίκες των, ἀλλὰ τοῦ κάκου ἀγωνιζόταν νὰ τοὺς ἀπελευθερώση, συνηγορῶν ὑπὲρ αὐτῶν. Ὁ σκληρὸς ἄρχων ἄλλους ἐθανάτωνε ἀμέσως καὶ ἄλλους ἐβασάνιζε σκληρά. Τότε ὁ γενναιόφρων νεαρὸς κατὰ τὴν ἡλικίαν Λεύκιος μὲ αὐστηρότητα καὶ σθένος ἤλεγξε τὸν δυσσεβῆ ἄρχοντα· «Κύων ἀκόρεστε» τοῦ εἶπε «Ἵνα τί ἐκχέεις τὰ αἵματα τῶν χριστιανῶν ὡσεὶ ὕδωρ», «οἱ χριστιανοὶ δὲν πιστεύουν στοὺς ψεύτικους θεούς. Ὁ Χριστὸς εἶναι ὁ μόνος ἀληθινὸς Θεός, ὅπως ὁ ἴδιος μᾶς εἶπε»· «Ἐγὼ εἰμὶ ἡ Ζωὴ καὶ ἡ Ἀλήθεια καὶ ἡ Ὁδὸς» «Κατηγορῶ, ὦ ἄρχων τὴν σκοτεινὴν ἀγνωσίαν σου». Ἐξέστη ὁ ἄρχων καὶ ρώτησε τὸν νεαρὸ δικολάβο Λεύκιο «Τί Λεύκιε, μήπως εἶσαι καὶ ἐσὺ χριστιανός;». Καὶ ὁμολογεῖ Χριστὸν ὁ Λεύκιος· «Ναὶ χριστιανὸς εἰμί». Τὴν παρρησίαν αὐτὴν ἐθαύμασεν ὁ Κουμβρίκιος καὶ ἀν τελήφθη ὅτι ἦτο ἀδύνατον νὰ τὸν μεταπείση. Ὀργισμένος διέταξε τὴν σύλληψίν του καί τὸν ὑπέβαλλε σὲ σκληρὰ καὶ ἀνείπωτα βασανιστήρια. Τὸν κρέμασαν καὶ ἔξεαν τὶς σάρκες του μὲ σιδηροῦς ὄνυχας μέχρι τῶν ὀστῶν. Τὸ αἷμα του ποταμηδὸν ἔτρεχε ἀπὸ τὶς πληγὲς μαζὶ μὲ κομμάτια ἀπὸ τὶς σάρκες του. Καρτερικώτατα ὁ Λεύκιος ὑπέμεινε τὸ μαρτύριο, δοξολογοῦσε δὲ τὸν Θεὸν λέγοντας «Δόξα σοι Κύριε Ἰησοῦ μου, διότι μὲ καταξίωσας τὸν ἀνάξιον νὰ πάθω ταῦτα διὰ τὸ ὄνομά σου τὸ Ἅγιον». Ἐπηκολούθησαν πολλὰ βάρβαρα βασανιστήρια, τὰ ὁποῖα δὲν ἔκαμψαν τὸν γενναῖον ἀθλητήν, ποὺ ἐπαξίως φέρει τὸν τίτλον τοῦ Πολυάθλου. Τέλος ὁ ἄρχων διέταξε νὰ τὸν ἀποκεφαλίσουν. Ὁ Λεύκιος ἔσκυψε τὸ κεφάλι καὶ ἐδέχθη μαζὶ μὲ τὸ ξίφος τοῦ δημίου, τὸ στεφάνι τοῦ μαρτυρίου ἀπὸ τὸν ἀγωνοθέτη Ἰησοῦν Χριστόν.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων, τῆς Θεοτόκου καὶ τοῦ πολυάθλου μάρτυρος Ἁγίου Λευκίου, ἐλέησον ἡμᾶς, ἀμήν.
Κυριακὴ Θυμοπούλου Χανδρᾶ, θεολόγος
Ἀπολυτίκιον
(Ἦχος γ΄. Τήν ὠραιότητα)
Tὴν ἑξαστέλεχον, Μαρτύρων φάλαγγα, ἀσμάτων ἄνθεσιν, ἀνευφημήσωμεν, ὡς καθαιρέτας τοῦ ἐχθροῦ καὶ στύλους τῆς εὐσεβείας, Θύρσον καὶ Φιλήμονα καὶ στερρὸν Ἀπολλώνιον, Ἀρριανόν Καλλίνικον καὶ τὸν ἔνδοξον Λεύκιον· αὐτοὶ γὰρ οὐρανίων χαρίτων, κόσμῳ πυρσεύουσι τὴν αἴγλην.
Μεγαλυνάριον
Δῆμος ἁγιόλεκτος καί σεπτός, πρόκειται εἰς αἶνον, Ἀθλοφόρων θεοστεφῶν, ὧν τῆς ἀριστείας, πνευματικῶς τιμῶντες, τήν τούτων μυηθῶμεν θείαν ἀνάβασιν.