Κυριακή 19 Δεκεμβρίου 2021

ΑΓΙΟΣ ΓΡΗΓΕΝΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΙΘΙΟΠΙΑΣ

19 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ια΄ 9-10, 32-40

     9 Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. 32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ τε καὶ Σαμψὼν καὶ Ἰεφθάε, Δαυΐδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. α’ 1-25

    1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυΐδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησε τὸν Ἐσρώμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ, Ὠβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυΐδ τὸν βασιλέα. Δαυΐδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοάμ, Ῥοβοάμ δὲ ἐγέννησε τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσά, 8 Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ, Ἰωσαφάτ δὲ ἐγέννησε τὸν Ἰωράμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, 9 Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἄχαζ, Ἄχαζ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, 10 Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, 13 Ζοροβάβελ δὲ ἐγέννησε τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζώρ, 14 Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιούδ, 15 Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθάν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ, 16 Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραάμ ἕως Δαυΐδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυΐδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. 20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου. 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. 24 Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΓΡΗΓΕΝΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΙΘΙΟΠΙΑΣ

   Στίς 19 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Γρηγεντίου, ἐπισκόπου Αἰθιοπίας. Ἔζησε τό 518, καταγόταν ἀπό τά Μεδιόλανα τῆς Ἰταλίας καί εἴχε γονεῖς τόν Ἀγάπιο καί τήν Θεοδότη. Ἀπό τήν νεαρή του ἠλικία φαινόταν ὅτι ῆταν φρόνιμος καί ἐνάρετος. Χειροτονήθηκε διάκονος καί ἀπό τότε ὑπέβαλε τόν ἑαυτό του σέ περισσότερες νηστεῖες καί σκληραγωγίες, μέ ἀποτέλεσμα νά λάβει πλούσια τήν χάρη τοῦ Ἁγίου Πνεύματος καί νά ἐπιτελεῖ θαύματα. Ἕνας προορατικός γέροντας τοῦ εἶπε ὅσα ἐπρόκειτο νά τοῦ συμβοῦν, ἀλλά ἐπιπλέον τοῦ φάνηκε καί ὁ μέγας Ἀπόστολος Πέτρος, ὁ ὁποῖος τοῦ προεῖπε τά ἴδια, προσθέτοντας ὅσα ἔλειπαν.

   Ἐκείνη τήν περίοδο ὁ βασιλιάς τῆς Αἰθιοπίας ἔγραψε στόν Πατριάρχη Ἀλεξανδρείας, ὀνόματι Προτέριον, καί τοῦ ζητοῦσε νά στείλει Ἐπίσκοπο. Μέ θεία ἀποκάλυψη ὁ Εὐαγγελιστής Μάρκος ἔδειξε στόν Πατριάρχη, ὅτι ὁ κατάλληλος εἶναι ὁ ἅγιος Γρηγέντιος, ὁ ὁποῖος ἀπό θεία Πρόνοια εἶχε φθάσει στήν Ἀλεξάνδρεια πρίν λίγο καιρό καί φιλοξενεῖτο ἀπό κάποιον χριστιανό. Πράγματι ὁ Πατριάρχης Ἀλεξανδρείας τόν χειροτόνησε Ἐπίσκοπο καί τόν ἔστειλε στόν βασιλιά τῆς Αἰθιοπίας, ὁ ὁποῖος τόν δέχθηκε μέ πολλή χαρά, ἀναγνωρίζοντας τήν ἁγιότητα τοῦ νεοφερμένου Ἐπισκόπου. Ὁ ἅγιος Γρηγέντιος χειροτόνησε ἄξιους Πρεσβυτέρους καί Διακόνους καί ἐγκαινίασε ὅλους τούς ναούς πού εἶχε κτίσει ὁ βασιλιάς. Οἱ κάτοικοι αὐτοῦ τοῦ ἔθνους ἦταν οἱ περισσότεροι Ἰουδαίοι, ὁ ἅγιος ὅμως ἔπεισε τούς διδασκάλους τους μέ τίς θεῖες Γραφές, ἀλλά καί μέ θαύματα γιά τήν ἀλήθεια τῆς χριστιανικῆς πίστης, μέ ἀποτέλεσμα πολλοί νά βαπτισθοῦν χριστιανοί. Θέσπισε κανόνες, δίδαξε κάθε θεάρεστο ἔργο καί ἐπιτελοῦσε πολλά θαύματα. Ἐποίμανε τόν λαό ὁσιακῶς καί ἐκοιμήθη σέ βαθύ γῆρας.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, καὶ τὴν χάριν θεόθεν ἔνδον δεξάμενος, ἐν τῇ ἁγίᾳ σου ψυχῇ Πάτερ Γρηγέντιε, γέγονας νεύσει θεϊκῇ, ποιμὴν προβάτων τοῦ Χριστοῦ, τοῦ Ἀρχιποίμενος μάκαρ, Αἰθιοπίας τὸ κλέος, Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα

Μεγαλυνάριον.

Ὤφθης Ἐκκλησίας θεῖος πυρσός, καὶ Ἀρχιερέων ἀκροθίνιον ἀληθῶς, εὐσεβῶν ἡ δόξα, καὶ ἱεραποστόλων, προστάτης καὶ ἀλείπτης, σοφὲ Γρηγέντιε.