ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. α’ 1-7
1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ᾿ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. 3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ, πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν 4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει· 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου, 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, 7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται.
![]()
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. η’ 11-21
11 Ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13 καὶ ἀφεὶς αὐτοὺς εἰς τὸ πλοῖον ἀπῆλθε πάλιν. 14 Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16 καὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες ὅτι ἄρτους οὐκ ἔχομεν. 17 καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε; 19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, καὶ πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα. 20 ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον· ἑπτά. 21 καὶ ἔλεγεν αὐτοῖς· οὔπω συνίετε;
![]()
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΓΑΒΡΙΗΛ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΣΕΡΒΙΑΣ
Τήν 13η Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Γαβριήλ, ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος. Ὁ ἅγιος Γαβριήλ ἦταν Ἀρχιεπίσκοπος Σερβίας καί ἐπειδή δέν μποροῦσε νά ἀνταποκριθῆ στίς οἰκονομικές ἀνάγκες τῆς ἐπισκοπῆς του, πῆγε στήν Βλαχία καί στήν Ρωσία, γιά νά λάβη οἰκονομική βοήθεια. Ἐκείνη τήν περίοδο κάποιος Μάξιμος ἐκμεταλλευόμενος τήν ἀπουσία τοῦ Ἀρχιεπισκόπου ἅρπαξε μέ τήν βία τόν ἀρχιεπισκοπικό θρόνο. Ὅταν ἐπέστρεψε ὁ Γαβριήλ ὄχι μόνον ἀρνιόταν νά τόν παραδώση, ἀλλά πῆγε στήν Προύσα, πού ἦταν ὁ Βεζύρης, καί κατηγόρησε τόν Γαβριήλ ὅτι ἐπιβουλεύεται τήν ἐξουσία του. Τότε ὁ Βεζύρης ἔστειλε ἀνθρώπους τόν συνέλαβαν καί τόν ἀνέκριναν. Παρ’ ὅλο πού κατάλαβαν τήν ἀλήθεια, τόν κατηγόρησαν ὅτι, ἐπειδή ἐπιβουλεύθηκε τήν ἐξουσία του πρέπει σύμφωνα μέ τούς νόμους νά θανατωθῆ, ἐκτός ἐάν ἀρνιόταν τήν πίστη του. Σέ αὐτήν τήν περίπτωση θά τοῦ χάριζαν τήν ζωή, ἀλλά καί θά τοῦ προσέφεραν πολλά ἀξιώματα καί πλούτη. Ὅμως ὁ ἄξιος δοῦλος τοῦ Κυρίου Γαβριήλ μέ παρρησία ἀπάντησε ὅτι «εἶμαι ἕτοιμος νά ὑπομείνω μέ τήν δύναμη τοῦ Χριστοῦ μου μύρια βάσανα καί νά πεθάνω γιά τήν ἀγάπη του, ὄχι μία φορά, ἀλλά ἑκατό, ἐάν εἶναι δυνατόν». Τότε οἱ Τοῦρκοι, ἀφοῦ βασάνισαν μέ σκληρούς τρόπους τόν μακάριο Γαβριήλ χωρίς κανένα ἀποτέλεσμα, τόν κρέμασαν καί ἔτσι ὁ ἀοίδιμος Γαβριήλ στίς 13 Δεκεμβρίου τοῦ 1659 ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου.