ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ς΄ 8 – ζ΄ 5, 47-60
8 Στέφανος δὲ πλήρης πίστεως καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ. 9 ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων καὶ Κυρηναίων καὶ Ἀλεξανδρέων καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας συζητοῦντες τῷ Στεφάνῳ, 10 καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. 11 τότε ὑπέβαλον ἄνδρας λέγοντας ὅτι ἀκηκόαμεν αὐτοῦ λαλοῦντος ῥήματα βλάσφημα εἰς Μωϋσῆν καὶ τὸν Θεόν· 12 συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς, καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν καὶ ἤγαγον εἰς τὸ συνέδριον, 13 ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας· ὁ ἄνθρωπος οὗτος οὐ παύεται ῥήματα βλάσφημα λαλῶν κατὰ τοῦ τόπου τοῦ ἁγίου καὶ τοῦ νόμου· 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. 15 καὶ ἀτενίσαντες εἰς αὐτὸν ἅπαντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ἀγγέλου.
ζ΄ 1 Εἶπε δὲ ὁ ἀρχιερεύς· εἰ ἄρα ταῦτα οὕτως ἔχει; 2 ὁ δὲ ἔφη·
ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ
ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν, 3
καὶ εἶπε πρὸς αὐτόν· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου,
καὶ δεῦρο εἰς γῆν ἥν ἄν σοι δείξω. 4 τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων
κατῴκησεν ἐν Χαῤῥάν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ
μετῴκησεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5 καὶ
οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο
δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν, οὐκ
ὄντος αὐτῷ τέκνου.
47
Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48 ἀλλ᾿ οὐχ ὁ ὕψιστος ἐν
χειροποιήτοις ναοῖς κατοικεῖ, καθὼς ὁ προφήτης λέγει· 49 ὁ οὐρανός μοι
θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι,
λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50 οὐχὶ ἡ χείρ μου
ἐποίησε ταῦτα πάντα; 51 Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ
τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν
καὶ ὑμεῖς. 52 τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ
ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν
ὑμεῖς προδόται καὶ φονεῖς γεγένησθε· 53 οἵτινες ἐλάβετε τὸν νόμον εἰς
διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. 54 Ἀκούοντες δὲ ταῦτα διεπρίοντο
ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾿ αὐτόν. 55 ὑπάρχων δὲ
πλήρης Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν Θεοῦ καὶ
Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, 56 καὶ εἶπεν· ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς
ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν τοῦ Θεοῦ ἑστῶτα. 57
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν καὶ ὥρμησαν ὁμοθυμαδὸν
ἐπ᾿ αὐτόν, 58 καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες
ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου, 59
καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ,
δέξαι τὸ πνεῦμά μου. 60 θεὶς δὲ τὰ γόνατα ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ
στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ
ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. β΄ 13-23
13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΘΕΟΔΩΡΟΣ Ο ΓΡΑΠΤΟΣ
Στίς 27 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ. Ὁ ὅσιος Θεόδωρος ἦταν μεγαλύτερος ἀδελφός τοῦ Θεοφάνους καὶ ἔζησαν τὴν ἐποχὴ τῆς Εἰκονομαχίας. Καταγόταν ἀπὸ τὴν Παλαιστίνη, ἀπὸ γονεῖς εὐσεβεῖς. Ὁ ἅγιος Θεόδωρος λόγῳ τοῦ συνετοῦ καὶ φρονίμου χαρακτήρα του ὁδηγήθηκε στὴ Ἱερά Μονὴ τοῦ ἁγίου Σάββα, ὅπου κοντὰ σὲ κάποιο ἐνάρετο μοναχὸ ἔμαθε τὰ ἱερὰ γράμματα. Ἀργότερα, γιὰ νὰ πλουτίση τὶς γνώσεις του ἔφυγε ἀπὸ τὴν Ἱερά Μονή, στὴν ὁποία καὶ ἐπανῆλθε, ὅταν ὁλοκλήρωσε τὶς σπουδές του. Χαρακτηριζόταν γιὰ τὴν ἄφθαστη μόρφωσή του, γιὰ τὴν ταπεινότητα, τὴν σεμνότητα καὶ τὴν ἀοργησία του. Ὅταν ὁ Λέων ὁ Ε΄ ὁ Ἀρμένιος, ὁ εἰκονομάχος, ἄρχισε τὸν πόλεμο κατὰ τῶν χριστιανῶν, ὁ Πατριάρχης τῶν Ἱεροσολύμων ἔστειλε στὸν αὐτοκράτορα τούς Θεόδωρο καὶ Θεοφάνη, γιὰ νὰ ἐλέγξουν τὴν ἀσέβειά του. Γιὰ τὸν λόγο αὐτὸ τοὺς ὁδήγησε σὲ ἀλύπητα βασανιστήρια, ἀπὸ τὰ ὁποῖα μὲ τὴν βοήθεια τοῦ Θεοῦ ἔμειναν ἀβλαβεῖς καὶ γι᾽ αὐτὸ ἐξορίσθηκαν στὴν Μαύρη Θάλασσα. Ὅταν ἀνέβηκε στὸν θρόνο ὁ δυσσεβὴς Θεόφιλος, ὁδηγήθηκαν καὶ πάλι στὴν ἐξορία στὸ νησὶ Ἀφουσία, ὅπου ὑπέστησαν ἀνελέητα, βασανιστήρια, τὰ ὁποῖα ὑπέμειναν μὲ ὑπομονὴ καὶ γενναιότητα. Κατόπιν, μὲ διαταγὴ τοῦ αὐτοκράτορα, γύρισαν στὴν Πόλη, ὅπου ὑπέμειναν νέους ξυλοδαρμοὺς καὶ μαστιγώσεις, μάλιστα χάραξαν στὰ πρόσωπά τους στίχους μὲ πυρακτωμένο μέταλλο, ποὺ ἔγραφαν ὅτι εἶναι αἱρετικοὶ καὶ θὰ ἔπρεπε νὰ τιμωρηθοῦν. Κατόπιν ἐξορίζονται ἐκ νέου στὴν Ἀμάσεια τῆς Βιθυνίας, ὅπου ὁ ἅγιος Θεόδωρος λόγῳ γήρατος ἐκοιμήθη. Λέγεται ὅτι κατὰ τὴν κοίμησή του κάποιος εὐσεβὴς γέροντας ἄκουσε ψαλμωδία ἀγγέλων, ποὺ ἐπαινοῦσαν τὸν ἅγιο Θεόδωρο γιὰ τὴν ἐνάρετη καὶ ἀγγελικὴ ζωή του.