Τετάρτη 22 Δεκεμβρίου 2021

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ Η ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ

 22 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. ε΄ 22 – ς΄ 11

22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει. 23 Μηκέτι ὑδροπότει, ἀλλ᾿ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. 24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν· 25 ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστι, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται.

ς΄ 1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται. 2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. 3 Ταῦτα δίδασκε καὶ παρακάλει. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ᾿ εὐσέβειαν διδασκαλίᾳ, 4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι, ὑπόνοιαι πονηραί, 5 παραδιατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν. ἀφίστασο ἀπὸ τῶν τοιούτων. 6 ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. 7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. 9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. 11 Σὺ δέ, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ταῦτα φεῦγε· δίωκε δὲ δικαιοσύνην, εὐσέβειαν, πίστιν, ἀγάπην, ὑπομονήν, πρᾳότητα.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ι΄ 11-16

11 Λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται. 13 Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμων τοῖς προσφέρουσιν. 14 ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησε καὶ εἶπεν αὐτοῖς· ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 15 ἀμὴν λέγω ὑμῖν, ὃς ἐὰν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατηυλόγει τιθεὶς τὰς χεῖρας ἐπ᾿ αὐτά.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ Η ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ

       Στίς 22 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας. Ἡ ἁγία Ἀναστασία ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Διοκλητιανοῦ καί καταγόταν ἀπό τήν Ρώμη. Ὁ πατέρας της ὀνομαζόταν Πρεξεστάτος καί ἦταν ἐθνικός. Ἡ μητέρα της Φαύστη, ἐπειδή εἶχε φόβο στόν Θεό, ἀνέθεσε σέ κάποιο θεοσεβῆ χριστιανό, πού ὀνομαζόταν Χρυσογόνος, νά τῆς διδάξη τά ἱερά γράμματα καί τήν πίστη στόν Χριστό. Ὅταν ἔφθασε σέ κατάλληλη ἡλικία τήν συνέζευξαν μέ τόν ἐθνικό Πούπλιο, τόν ὁποῖο ὅμως ἀποστρεφόταν λόγω τῆς ἀπιστίας του. Ἡ ἁγία Ἀναστασία εἶχε ὡς διακόνημα νά ἐπισκέπτεται καί νά φροντίζη τούς ἀσθενεῖς μάρτυρες χριστιανούς πού βρίσκονταν στίς φυλακές, συνοδευόμενη ἀπό μία ὑπηρέτρια καί νά συναναστρέφεται μέ πτωχές καί ἁπλές γυναῖκες. Ὅταν ὁ Πούπλιος ἔμαθε γιά τήν προσωπική της ζωή τήν συνέλαβε καί τήν φυλάκισε. Ἐπειδή ὅμως αὐτός πνίγηκε σέ μία σφοδρή θαλασσοταραχή, ἡ ἁγία Ἀναστασία ἐλευθερώθηκε καί ἀφοῦ μοίρασε τήν περιουσία της στούς πτωχούς ἄρχισε νά ἐπισκέπτεται χωρίς κανένα φόβο τούς φυλακισμένους χριστιανούς, νά τούς φροντίζη, νά τούς ἐνταφιάζη μέ ὅλες τίς πρέπουσες τιμές καί μάλιστα πολλές φορές τούς παρακινοῦσε καί στό μαρτύριο. Γιά τόν λόγο αὐτό οἱ εἰδωλολάτρες ἡγεμόνες τήν συνέλαβαν καί τήν βασάνισαν. Τέλος τήν ἔδεσαν σέ ἕνα πάσσαλο καί ἀφοῦ ἄναψαν τριγύρω φωτιά ἡ ἀοίδιμος Ἀναστασία παρέδωσε τό πνεῦμα της στόν νυμφίο της Χριστό καί ἔτσι ἀξιώθηκε τῆς οὐρανίας μακαριότητος.

 

Ἀπολυτίκιον

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.

Tῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι’ ἀθλήσεως ἐχθρόν καταπαλαίσασα· ὅθεν βλαστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, θέοφρον Ἀναστασία, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.

 

Μεγαλυνάριον

Φάρμακα προχέουσα μυστικά ψυχῶν καί σωμάτων θεραπεύεις πάθη δεινά, ὦ Ἀναστασία, τῇ θείᾳ ἐνεργείᾳ, διό τάς χάριτάς σου πάντες κηρύττομεν.