ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ια΄ 33 – ιβ΄2
33 Οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. 39 Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.
ιβ΄1 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾿ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, 2 ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. θ’ 33-41
33 Ἦλθεν εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; 34 οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. 35 καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. 36 καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· 37 ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. 38 Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. 39 ὁ δὲ Ἰησοῦς εἶπε· μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40 ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 41 ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΙΓΙΝΗΣ
Στίς 17 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου Διονυσίου, ὁ ὁποῖος καταγόταν ἀπό τήν Ζάκυνθο καί ἔζησε τόν 15ο αἰώνα. Ἦταν φιλομαθής καί τό ἦθος του ἀκέραιον. Νέος ἀσχολήθηκε μέ τή διδασκαλία τοῦ θείου λόγου. Ἀκολούθησε τό μοναχικό βίο στήν ἱερά μονή Στροφάδων. Ἀργότερα ἐκλέχθηκε ἐπίσκοπος Αἰγίνης, ὅπου ἡ ποιμαντική του δραστηριότητα ἦταν μεγάλη. Γιά λόγους ὑγείας παραιτήθηκε καί ἐπέστρεψε στό ἀγαπημένο του νησί τήν Ζάκυνθο καί τελικά ἀποσύρθηκε στό μοναστήρι τῆς Ἀναφωνήτριας. Ἐκεῖ τόν ἐπεσκέφθη ὁ δολοφόνος τοῦ ἀδελφοῦ του Κωνσταντίνου, ὁ ὁποῖος κατεδιώκετο καί ὄχι μόνον τόν προστάτεψε ἀλλά καί τόν συγχώρεσε. Ὁ ἅγιος Διονύσιος ἦταν καί εἶναι θαυματουργός καί τό ἱερό του λείψανο φυλάσσεται ἄφθαρτο στήν Ζάκυνθο.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τῆς Ζακύνθου τὸv γόνον καὶ Αἰγίvης τὸν πρόεδρον, τὸv φρουρὸν μονῆς τῶv Στροφάδωv, Διοvύσιοv ἅπαντες, τιμήσωμεv συμφώνως οἱ πιστοί, βοῶντες πρὸς αὐτὸν εἰλικρινῶς· Σαῖς λιταῖς τοὺς τὴv σὴν μνήμην ἐπιτελοῦντας σῶζε καὶ βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· δόξα τῷ σὲ θαυμαστώσαντι· δόξα τῷ δωρησαμένῳ σε ἡμῖv, πρέσβυν ἀκοίμητον.
Μεγαλυνάριον
Χαίροις τῆς Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αἰγίνης καί Στροφάδων μέγας φρουρός· χαίροις Ἐκκλησίας, νέος φωστήρ τρισμάκαρ, Ἀρχιερέων δόξα ὦ Διονύσιε.