Σάββατο 11 Δεκεμβρίου 2021

Ο ΟΣΙΟΣ ΛΟΥΚΑΣ Ο ΝΕΟΣ ΣΤΥΛΙΤΗΣ

11 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. α΄ 3-10

    3 Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 4 τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν, 5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. 6 Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, 7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. 8 ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾿ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. 9 ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω· εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾿ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. 10 ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιγ’ 19-29

   Ἡ βασιλεία τοῦ Θεοῦ 19 ὁμοία ἐστὶ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. 20 Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; 21 ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. 23 εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· 24 ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. 25 ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26 τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βοῤῥᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΣ ΛΟΥΚΑΣ Ο ΝΕΟΣ ΣΤΥΛΙΤΗΣ

     Στὶς 11 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου Λουκᾶ, τοῦ νέου στυλίτου. Ὁ ἅγιος Λουκᾶς ἔζησε στούς χρόνους τῶν βασιλέων Ρωμανοῦ τοῦ Λεκαπηνοῦ καί Κωνσταντίνου τοῦ Πορφυρογέννητου καί καταγόταν ἀπό τήν Ἀνατολή, οἱ δε γονεῖς του ὀνομάζονταν Χριστοφόρος καί Καλή. Ὅταν ξεκίνησε ὁ πόλεμος κατά τῶν Βουλγάρων, μετά ἀπό προσταγή τοῦ βασιλέα ὁ ἅγιος Λουκᾶς πῆγε στόν πόλεμο, ἐπειδή ὅμως ὁ πόλεμος ἦταν πολύ αἱματηρός καί ὁ ἅγιος ἐπέζησε κατά θεία πρόνοια, ὅταν τελείωσε ἀφιερώθηκε στόν Κύριο καί ἔγινε μοναχός καί μάλιστα ἐπειδή πρόκοψε πολύ στήν ἄσκηση χειροτονήθηκε ἱερέας, ἔβαλε δέ κατάσαρκα σίδερα, γιά νά δαμάση τό σαρκικό φρόνημα καί νήστευε ὅλη τήν ἑβδομάδα καί τήν Κυριακή ἔτρωγε μόνο ψωμί καί ὠμά λαχανικά. Ἔπειτα ἀνέβηκε σέ ἕνα στῦλο, ὅπου παρέμεινε τρία χρόνια. Μετά ἀπό θεία ὀπτασία πῆγε στόν Ὄλυμπο τῆς Βιθυνίας καί γιά νά ὑποτάξη τόν ἑαυτό του ἔβαλε μία πέτρα στό στόμα του, γιά νά μή μιλάη. Ἀπό ἐκεῖ γύρισε στήν Κωνσταντινούπολη καί ἐγκαταστάθηκε στήν Χαλκηδόνα, ὅπου ἀνέβηκε καί πάλι πάνω σέ ἕνα στῦλο. Ὁ Κύριος, γιά νά τιμήση τόν δοῦλο του τόν ἀξίωσε νά κάνη θαύματα καί ἔτσι πέρασε τό ὑπόλοιπο τῆς ζωῆς του. Τέλος ἐξεδήμησε πρός τόν Κύριο, ἀφοῦ εἶχε ἀξιωθῆ νά παραμείνη συνολικά σαράντα πέντε χρόνια πάνω σέ στῦλο.