ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Θεσ. γ΄ 6-18
6 Παραγγέλλομεν δὲ ὑμῖν, ἀδελφοί, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ᾿ ἡμῶν. 7 αὐτοὶ γὰρ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς, ὅτι οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν, 8 οὐδὲ δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ᾿ ἐν κόπῳ καὶ μόχθῳ, νύκτα καὶ ἡμέραν ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν· 9 οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ᾿ ἵνα ἑαυτοὺς τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. 10 καὶ γὰρ ὅτε ἦμεν πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν, ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. 11 ἀκούομεν γάρ τινας περιπατοῦντας ἐν ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· 12 τοῖς δὲ τοιούτοις παραγγέλλομεν καὶ παρακαλοῦμεν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτῶν ἄρτον ἐσθίωσιν. 13 Ὑμεῖς δέ, ἀδελφοί, μὴ ἐκκακήσητε καλοποιοῦντες. 14 εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· 15 καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. 16 Αὐτὸς δὲ ὁ Κύριος τῆς εἰρήνης δῴη ὑμῖν τὴν εἰρήνην διὰ παντὸς ἐν παντὶ τρόπῳ. Ὁ Κύριος μετὰ πάντων ὑμῶν. 17 Ὁ ἀσπασμός τῇ ἐμῇ χειρὶ Παύλου, ὅ ἐστι σημεῖον ἐν πάσῃ ἐπιστολῇ· οὕτω γράφω. 18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κα΄ 37 – κβ΄ 8
37 Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν· 38 καὶ πᾶς ὁ λαὸς ὤρθριζε πρὸς αὐτὸν ἐν τῷ ὄρει ἀκούειν αὐτοῦ.
κβ΄1 Ἤγγιζε δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα. 2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν. 3 Εἰσῆλθε δὲ ὁ σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα, 4 καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τὸ πῶς αὐτὸν παραδῶ αὐτοῖς. 5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι· 6 καὶ ἐξωμολόγησε, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου. 7 Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, 8 καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΓΕΜΕΛΛΟΣ
Στίς 10 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου μάρτυρος Γέμελλου τοῦ πολυάθλου. Ἔζησε στούς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ παραβάτου, τό 361 καί καταγόταν ἀπό τήν Ἄγκυρα. Κάποτε πέρασε ἀπό τήν Ἄγκυρα ὁ Ἰουλιανός· στάθηκε τότε μπροστά του ὁ ἅγιος καί τόν κατεπλήγωνε μέ ἔνθεα λόγια. Ὁ βασιλιάς ἄναψε ἀπό τόν θυμό του, πρόσταξε νά δέσουν στόν ἅγιο Γέμελλο πυρωμένη, σιδερένια ζώνη καί μέ αὐτήν νά καίγεται τόσο δυνατά, ὥστε ἡ σάρκα του ἔρεε κάτω στην γῆ καί γέμισε τόν τόπο. Κατόπιν τόν πρόσταξε νά ἀκολουθεῖ τόν ἀσεβῆ αὐτοκράτορα. Ὅταν ὁ ἀποστάτης ἔφθασε στήν Ἔδεσσα ξάπλωσαν τόν μάρτυρα τοῦ Χριστοῦ καί τόν πλήγωναν μέ κοφτερά ξύλα, τόν κρέμασαν καί τόν κατατρυποῦσαν μέ πυρωμένα σίδερα.
Ὁ ἀθλητής τοῦ Χριστοῦ καταφρονοῦσε ὅμως τά βάσανα καί ὕβριζε τόν βασιλιά, γι’ αὐτό τόν ἔβαλαν σέ πυρωμένο τηγάνι γεμᾶτο ἀπό λάδι, ρητίνη καί λίπος ἐνῶ συγχρόνως τόν ἔδερναν μέ σιδερένια ραβδιά, τά ὁποία ἐπιπλέον εἶχαν ἀκίδες. Μέ θαυματουργικό ὅμως τρόπο ἔπεσε ραγδαία βροχή, πού ἔσβησε τήν φωτιά κι ὁ ἅγιος ἔμεινε ἀβλαβής. Τότε ὁ ἀποστάτης ἐξεπλάγη, ἀλλά ἀντί νά συνετισθεῖ, διέταξε νά μπήξουν καρφιά στήν κεφαλή τοῦ μάρτυρος. Τόν ἔριξαν στό ἔδαφος, τόν κρέμασαν καί τόν ἔγδαραν ὁλόκληρο σάν νά ἦταν πρόβατο. Κατά παράδοξο τρόπο, παρά τά ἀφόρητα βάσανα, μποροῦσε καί μιλοῦσε μέ τούς παρεστῶτες. Κατά θεία οἰκονομία βρέθηκε ἕνας ἱερέας, ὁ ὁποῖος τόν βάπτισε. Ἀπό τήν κολυμβήθρα βγῆκε ἐντελῶς ὑγιής ὁ ἅγιος, χωρίς κανένα σημάδι ἤ πληγή στό σῶμα του. Τότε ἀκούσθηκε φωνή ἐξ οὐρανοῦ λέγουσα “Μακάριος εἶσαι Γέμελλε, διότι πολλά ἐκοπίασας”. Μαθαίνοντας αὐτά ὁ παραβάτης, κρέμασε τόν ἅγιο σέ σταυρό καί τοῦ κάρφωσε τά χέρια καί τά πόδια. Κρεμασμένος προσευχήθηκε ὁ μακάριος καί παρέδωσε τό πνεῦμα του στά χέρια τοῦ Κυρίου. Τό δέ τίμιο σῶμα του τό κατέβασαν κρυφά Χριστιανοί καί τό ἐνταφίασαν σέ ἐπίσημο τόπο.