ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Θεσ. ε’ 9-13, 24-28
9 Ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 Διὸ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε. 12 Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ ἡγεῖσθαι αὐτοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. εἰρηνεύετε ἐν ἑαυτοῖς.
24 Πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει. 25 Ἀδελφοί, προσεύχεσθε περὶ ἡμῶν. 26 Ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ. 27 Ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς. 28 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. κ΄ 19-26
19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾿ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε. 20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· 22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ; 23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε; 24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. 25 ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. 26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΘΕΟΔΟΥΛΟΣ Ο ΚΥΠΡΙΟΣ
Στίς 3 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Θεοδούλου, τοῦ Κυπρίου. Ἀπό νεαρή ἠλικία ἀγάπησε τόν Χριστό, ἐγκατέλειψε τά ἐγκόσμια κι ἔγινε μοναχός. Ἀγάπησε τόσο πολύ τήν ἀκτημοσύνη, ὥστε πάνω στό κρεββάτι του εἴχε βάλει πέτρες ἀντί γιά στρῶμα. Ἀπό τήν πολλή ἐγκράτεια καί χαμευνία φωτίσθηκε ἡ ψυχή του κι ἔγινε δοχεῖο χαρισμάτων τοῦ Ἁγίου Πνεύματος. Προεγίνωσκε τούς λογισμούς τῶν ἀνθρώπων καί μέ αὐτόν τόν τρόπο ἀποκάλυπτε τά τεχνάσματα ὅλων ὅσοι τόν πλησίαζαν, κρύβοντας τούς πραγματικούς τους λογισμούς. Κατόπιν προσποιόταν τόν σαλό κι ἔσωσε πολλούς ἀνθρώπους μέ τήν διδασκαλία καί τό παράδειγμά του. Ἐκοιμήθη ἐν εἰρήνῃ καί ἐπιτελοῦσε πάμπολλα θαύματα σέ ὅσους προσκυνοῦσαν μέ εὐλάβεια τόν τάφο του.