ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β’ Κορ. η’ 1-5
1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· 3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι, 4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, 5 καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι’ 19-21
19 Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΙΑΚΩΒΟΣ Ο ΠΕΡΣΗΣ
Στίς 27 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου. Ὁ ἅγιος Ἰάκωβος ἔζησε στά τέλη τοῦ 4ου αἰώνα, ὅταν αὐτοκράτορες ἦταν ὁ Ὀνώριος καί ὁ Ἀρκάδιος, ἦταν δέ χριστιανός ἀπό τούς προγόνους του καί ἔζησε στήν χώρα τῶν Περσῶν. Καταγόταν ἀπό γένος ἔντιμο καί ὑπερήφανο, γιά τόν λόγο αὐτό ὁ βασιλιάς τῶν Περσῶν Ἰσδιγέρδης τόν ἀγαποῦσε καί τόν τιμοῦσε ἰδιαίτερα. Ἔτσι ὁ ἅγιος, ἐξ αἰτίας τῆς φιλίας καί τῆς ἀγάπης τοῦ βασιλέα, ἀρνήθηκε τόν Κύριο καί δέχθηκε τήν δυσσεβῆ πίστη του.Ὅταν ἡ μητέρα καί ἡ γυναίκα τοῦ ἁγίου Ἰακώβου ἔμαθαν τήν ἀλλαξοπιστία του τοῦ μήνυσαν ὅτι τόν θεωροῦσαν πιά ξένο καί ἀρνιόντουσαν ὁποιαδήποτε σχέση καί συγγένεια μαζί του, ἐπειδή ἀρνήθηκε τήν ἀγάπη τοῦ Χριστοῦ. Ὅταν τό ἔμαθε ὁ ἅγιος Ἰάκωβος λυπήθηκε πολύ καί ἀφοῦ ἀπομακρύνθηκε ἀπό τήν ἀσεβῆ πίστη τῶν Περσῶν ἔκλεγε γιά τό ἁμάρτημά του. Κατόπιν παρουσιάσθηκε στόν βασιλέα καί ὁμολόγησε μέ παρρησία ὅτι ἦταν χριστιανός καί ὅτι ἀρνιόταν κάθε σχέση μέ τήν δυσσεβῆ πίστη του. Τότε ὁ βασιλέας θύμωσε πολύ, διέταξε νά τοῦ κόψουν τά δύο πόδια καί τά δύο χέρια του καί ἔτσι ὁ ἅγιος ἔμεινε μόνο μέ τό κεφάλι καί τό σῶμα του. Ἔπειτα τοῦ ἀπέκοψαν καί τήν τιμία κεφαλή καί ἔτσι ὁ ἀοίδιμος μάρτυς τοῦ Χριστοῦ Ἰάκωβος ἔλαβε τόν ἀμάραντο στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκε καί τῆς οὐρανίου μακαριότητος.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)
Ὁ μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα, τοὶς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξεν· πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Μεγαλυνάριον
Τίς σου τῆς ἀνδρείας τό εὐσταθές, ἐξείπῃ εἰκότως, καρτερόψυχε Ἀθλητά; μεληδόν γάρ ἅπαν, τμηθείς τό σῶμα ἔστης, Ἰάκωβε ὡς ἄκμων· διό δεδόξασαι.