Δευτέρα 15 Νοεμβρίου 2021

ΑΓΙΟΙ ΓΟΥΡΙΑΣ, ΣΑΜΩΝΑΣ ΚΑΙ ΑΒΙΒΟΣ

 15 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. β’ 13-20

    13 Καὶ ὑμᾶς, νεκροὺς ὄντας ἐν τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, 14 ἐξαλείψας τὸ καθ᾿ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15 ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ. 16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων, 17 ἅ ἐστι σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα Χριστοῦ. 18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, 19 καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ. 20 Εἰ οὖν ἀπεθάνετε σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιδ΄ 12-15

    12 Ἔλεγε δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα. 13 ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπήρους, χωλούς, τυφλούς, 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. 15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΓΟΥΡΙΑΣ, ΣΑΜΩΝΑΣ ΚΑΙ ΑΒΙΒΟΣ

    Τήν 15η Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Γουρία, Σαμωνᾶ καί Ἀβίβου. Οἱ ἅγιοι Σαμωνᾶς καί Γουρίας μαρτύρησαν κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ, τό 288, διότι ἔπειθαν τούς ἀνθρώπους νά μήν θυσιάζουν στά εἴδωλα. Οἱ εἰδωλιλάτρες τούς κρέμασαν ἀπό τό ἕνα χέρι καί συγχρόνως τούς τραβοῦσαν τά πόδια μέ βάρη ἐπί τρεῖς ὧρες. Ὅταν τούς κατέβασαν, τούς ἔριξαν στήν φυλακή καί ἔσφιξαν τά πόδια τους στό τιμωρητικό ξύλο. Ὑπέφεραν ἀπό τήν πείνα καί τήν κακομεταχείριση ἐπί τέσσερις μῆνες. Κατόπιν ξανακρέμασαν τόν ἅγιο Σαμωνᾶ ἀπό τό πόδι τόση ὥρα, ὥστε ἐξαρθρώθηκε τό γόνατό του. Τήν ἑπομένη ἡμέρα ἀποκεφάλισαν καί τούς δύο.

   Ὁ Ἄβιβος ἦταν διάκονος κι ἔζησε κατά τούς χρόνους τοῦ Λικινίου, τό 316. Δίδασκε τήν χριστιανική πίστη στούς εἰδωλολάτρες, γι’ αὐτό τόν κρέμασαν, τόν ἔδειραν καί τέλος τόν ρώτησαν ἐάν ἀρνεῖται τήν πίστη του. Μή πειθόμενος τόν ἔβαλαν στήν φωτιά, ἀφοῦ τοῦ εἴχαν περάσει ἕνα λουρί σάν χαλινάρι στό στόμα.

Ἀπολυτίκιον

Ἦχος δ’. Ταχὺ προκατάλαβε.


   Tριάδος ἰσάριθμοι τῆς Ὑπερθέου, σαφῶς Γουρίας καὶ Ἄβιβος καὶ Σαμωνᾶς ὁ κλεινός, ἔνθεοι ὑπάρχοντες ταύτην τοῖς ἀσεβέσιν ὡμολόγησαν ἅμα ἄθλων τὴν τρικυμίαν ἀβλαβῶς διελθόντες· καὶ νῦν ἡμᾶς κυβερνῶσιν ὅρμον πρὸς ἄκλυστον.

Μεγαλυνάριον

   Τρίπλοκος χορεία ἀθλητική, Ἄβιβος ὁ θεῖος, καί Γουρίας καί Σαμωνᾶς, ὤφθησαν τῷ κόσμῳ, ὁμολογίας χάριν, καί πειρασμῶν τήν λύσιν ἡμῖν βραβεύουσι.