ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. δ’ 2-9
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, 3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι, 4 ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. 5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. 6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. 7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, 8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, 9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ις’ 1-9
1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ 2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν. 3 εἶπε δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ᾿ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι· 4 ἔγνων τί ποιήσω, ἵνα, ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας, δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν. 5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεωφειλετῶν τοῦ κυρίου ἔλεγε τῷ πρώτῳ· πόσον ὀφείλεις σὺ τῷ κυρίῳ μου; 6 ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. καὶ εἶπεν αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ καθίσας ταχέως γράψον πεντήκοντα. 7 ἔπειτα ἑτέρῳ εἶπε· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. καὶ λέγει αὐτῷ· δέξαι σου τὸ γράμμα καὶ γράψον ὀγδοήκοντα. 8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας, ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμότεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσι. 9 κἀγὼ ὑμῖν λέγω· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΡΩΜΑΝΟΣ
Στίς 18 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ρωμανοῦ. Ἔζησε κατά τούς χρόνους τοῦ αὐτοκράτορα Μαξιμιανοῦ, τό 303. Κάποτε ὁ ἔπαρχος Ἀσκληπιάδης θέλησε νά μπεῖ στόν ναό τῶν εἰδώλων. Παρακινούμενος ἀπό θεῖο ζῆλο, ὁ ἅγιος τοῦ ἔλεγε ὅτι τά εἴδωλα δέν εἶναι θεοί. Γιά αύτή του τήν ὁμολογία τόν ἔδειραν στό στόμα, τόν κρέμασαν καί τόν ξέσχισαν. Τότε ζητᾶ ὁ ἅγιος Ρωμανός νά φέρουν ἕνα μικρό παιδί, γιά νά ἐλέγξει ἀκόμα περισσότερο τόν ἔπαρχο. Πράγματι στήν ἐρώτηση τοῦ ἐπάρχου, σέ ποιόν θεό πιστεύει, τό νήπιο ἀποκρίθηκε ὅτι στόν Θεό τῶν χριστιανῶν. Ἔδειραν τό παιδί, παρούσης τῆς μητέρας του, ὅταν δέ δίψασε καί ζήτησε νερό, ἡ εὐσεβής μητέρα του τό συμβούλευσε νά μήν πιεῖ ἀπό τό πρόσκαιρο καί φθαρτό νερό, ἀλλά νά ὑπομείνει γιά νά πάει νά πιεῖ ἀπό τό ζωντανό καί ἄφθαρτο νερό τῆς μακαριότητας. Ἐπειδή τό νήπιο ἔλεγχε τόν τύραννο, τό ξαναέδειραν, τό ἀποκεφάλισαν κι ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Κατόπιν ἔκοψαν τήν γλώσσα τοῦ ἁγίου Ρωμανοῦ, ἀλλά παραδόξως ὁ ἅγιος ἐξακολουθοῦσε νά μιλᾶ ἀνεμπόδιστα. Τό θαύμα αὐτό ἀκούστηκε καί στόν αὐτοκράτορα Μαξιμιανό, γι’ αὐτό διέταξε κι ἔπνιξαν τόν ἅγιο μέσα στήν φυλακή. Με αὐτόν τόν τρόπο ἔλαβε ἀπό τόν Κύριο τόν ἀμάραντο στέφανο τῆς ἀθλήσεως.
Ἀπολυτίκιον
Ἦχος α’. Χορὸς Ἀγγελικός.
Δυὰς ἡ εὐκλεής, τῶν κλεινῶν Ἀθλοφόρων, ἐδόξασε λαμπρῶς, τὴν Ἁγίαν
Τριάδα, ὁ Πλάτων ὁ ἔνδοξος, Ρωμανὸς τε ὁ ἔνθεος, ἐναθλήσαντες, καὶ τὸν
ἐχθρὸν καθελόντες, ὅθεν πάντοτε, ὑπὲρ ἠμῶν δυσωπούσι, τὸν μόνον
Φιλάνθρωπον.
Μεγαλυνάριον
Πλάτος εὐσεβείας διατρανοῖ, Πλάτων ὁ θεόφρων, τῇ στενώσει τῶν αἰκισμῶν, πίστεως δέ ρώμην, ὁ Ρωμανός ἐκλάμπει, καί ἄμφω τό τοῦ Λόγου πάθος δοξάζουσιν.