Σάββατο 20 Νοεμβρίου 2021

Ο ΑΓΙΟΣ ΔΑΣΙΟΣ

 20 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ε’ 1-10

     1 Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς. 2 καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, 3 εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα. 4 καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, βαρούμενοι ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ᾿ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 5 ὁ δὲ κατεργασάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο Θεός, ὁ καὶ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. 6 Θαῤῥοῦντες οὖν πάντοτε καὶ εἰδότες ὅτι ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου· 7 διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους· 8 θαῤῥοῦμεν δὲ καὶ εὐδοκοῦμεν μᾶλλον ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν Κύριον. 9 διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες, εὐάρεστοι αὐτῷ εἶναι. 10 τοὺς γὰρ πάντας ἡμᾶς φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ΄ 57-62

      57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελε τὴν βασιλείαν τοῦ Θεοῦ. 61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΔΑΣΙΟΣ

     Στίς 20 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Δάσιου. Ἔζησε κατά τούς χρόνους τοῦ Μαξιμιανοῦ, τό 297 καί διέμενε στήν Δοροστόλη, ἡ ὁποία βρίσκεται στά ὅρια Βουλγαρίας καί Ρουμανίας στίς ὄχθες τοῦ Δουνάβεως. Σέ αὐτήν τήν πόλη οἱ εἰδωλολάτρες συνήθιζαν νά ἑορτάζουν τόν Κρόνο. Τριάντα ἡμέρες πρίν τήν μιαρή αὐτή γιορτή, διάλεγαν ἕναν νέο καί ὠραῖο στρατιώτη γιά νά τόν θυσιάσουν. Τόν ἔντυναν μέ βασιλικά ροῦχα, τόν παρακινοῦσαν νά ἱκανοποιήσει κάθε ἐπιθυμία του καί μετά τόν ἔσφαζαν στόν βωμό τοῦ Κρόνου. Ἐκείνη τήν χρονιά κληρώθηκε ὁ στρατιώτης Δάσιος. Τόν περιτριγύριζαν λοιπόν οἱ συστρατιῶτες του, προκαλώντας τόν νά ἱκανοποιήσει ὅλες του τίς ἐπιθυμίες. Ὅμως ὁ καλός καί φρόνιμος Δάσιος συλλογίσθηκε καί τούς ἀπάντησε ὡς ἐξῆς: Ἐπειδή πρόκειται ὁπωσδήποτε νά πεθάνω, προτιμότερο εἶναι νά πεθάνω γιά τόν Χριστό. Παραστάθηκε στό κριτήριο τοῦ ἄρχοντα τῆς περιοχῆς καί ὁμολόγησε μέ θάρρος τόν Χριστό. Ὅταν τό πληροφορήθηκαν αὐτό ὁ Διοκλητιανός καί ὁ Μαξιμιανός κάλεσαν τόν ἅγιο νά ἀπολογηθεῖ, ἐκεῖνος ὅμως ἐπέμενε σταθερά στήν πίστη του, γι’ αὐτό βασανίστηκε καί τέλος ἀποκεφαλίσθηκε μέ ξίφος.