Παρασκευή 19 Νοεμβρίου 2021

ΑΓΙΟΣ ΒΑΡΛΑΑΜ

19 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. δ’ 10-19

10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρνάβα. -περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν,- 11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία. 12 ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ· 13 μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει. 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς. 15 ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νυμφᾶν καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν· 16 καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε. 17 καὶ εἴπατε Ἀρχίππῳ· βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς. 18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν· ἀμήν.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ις’ 15-18, ιζ’ 1-4

15 Εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ Θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ Θεοῦ. 16 Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ Θεοῦ εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. 17 εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. 18 Πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει καὶ πᾶς ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.

ιζ΄ 1 Ἔλεγε δὲ καὶ πρὸς τοὺς μαθητὰς αὐτοῦ· ἀνένδεκτόν ἐστι τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ ἔρχεται. 2 λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. 3 προσέχετε ἑαυτοῖς. ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ· 4 καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ εἰς σὲ καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ πρός σε λέγων, μετανοῶ, ἀφήσεις αὐτῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΒΑΡΛΑΑΜ

Στίς 19 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου μάρτυρος Βαρλαάμ. Καταγόταν ἀπό τήν Ἀντιόχεια τῆς Συρίας. Παρά τήν προχωρημένη του ἠλικία, παραστάθηκε στόν ἄρχοντα τῆς Ἀντιοχείας, διότι ὁμολογοῦσε τήν πίστη του στόν Χριστό. Προσπάθησαν ἐπίμονα νά τόν πείσουν νά θυσιάσει στά εἴδωλα, συνάντησαν ὅμως τήν σταθερή ἄρνησή του. Γι’ αὐτόν τόν λόγο τόν ἔδειραν μέ βούνευρα καί τοῦ ξερίζωσαν τά νύχια. Κατόπιν τόν ἔφεραν μπροστά σέ ἕνα βωμό τῶν εἰδώλων καί τόν πρόσταξαν νά ἁπλώσει τό δεξί του χέρι. Μετά ἔβαλαν στό τεντωμένο του χέρι ἀναμμένα κάρβουνα καί θυμίαμα, ὥστε καθώς θά καιγόταν τό χέρι του, νά ἀναγκαστεῖ νά ρίξει τά κάρβουνα μέ τό λιβάνι ἐπάνω στόν βωμό καί νά φανεῖ ὅτι προσέφερε θυσία στά εἴδωλα. Ὁ ἅγιος ὅμως ἐπέδειξε ἀπαράμιλλη ἀνδρεία καί παρέμεινε ἀκίνητος, χωρίς νά κουνήσει καθόλου τό χέρι του, ἐωσότου ἡ φωτιά τοῦ κατέκαψε τήν σάρκα. Προτίμησε ὁ γενναῖος ἀγωνιστής νά χάσει τό δεξί του χέρι, παρά νά κινηθεῖ καί νά φανεῖ ὅτι προσέφερε θυσία στούς δαίμονες. Μετά ἀπό αὐτήν τήν τιμωρία, παρέδωσε τήν ψυχή του κι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Νεανικὴν ἐνδεδυμένος ἀνδρείαν μαρτυρικήν, ἐν πολιᾷ καρτερίαν, σὺ ἐνεδείξω ἔνδοξε, δοξάσας τὸν Χριστόν. Τούτῳ δὲ προσήγαγες δεξιὰν κεκαυμένην, ὡς θυσίαν ἄμωμον τὴν ἁγίαν ψυχήν σου. μεγαλομάρτυς, πρέσβευε ἀεί, πᾶσιν δοθῆναι, Βαρλαάμ, συγχώρησιν.

Μεγαλυνάριον

Δρόσον οὐρανίου ἀναψυχῆς, γραφικῶς σταλάζει, Ἐκκλησίᾳ τῇ εὐαγεῖ, Βαρλαάμ θεόφρον, ἡ κεκαυμένη χείρ σου, Κυρίῳ αἰρομένη ὑπέρ τῶν δούλων σου.