Κυριακή 14 Νοεμβρίου 2021

ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΙΠΠΟΣ

 14 Νοεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

   9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 25-37

25 Ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν καὶ λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26 ὁ δὲ εἶπε πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; 27 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· 28 εἶπε δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. 29 ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστί μου πλησίον; 30 ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾿ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34 καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· 35 καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36 τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾿ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· πορεύου καὶ σὺ ποίει ὁμοίως.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΠΟΣΤΟΛΟΣ ΦΙΛΙΠΠΟΣ

     Στίς 14 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Ἀποστόλου Φιλίππου, ἑνός ἐκ τῶν δώδεκα Ἀποστόλων. Ὁ Ἀπόστολος Φίλιππος καταγόταν ἀπό τήν Βηθσαϊδά τῆς Γαλιλαίας καί ἦταν συμπολίτης τοῦ Πέτρου καί τοῦ Ἀνδρέα. Στόν χαρακτήρα, ὅπως μᾶς πληροφοροῦν τά Εὐαγγέλια, ἦταν συνετός, ζοῦσε μέ παρθενία διαβάζοντας τόν Νόμο καί τούς προφῆτες καί ἦταν αὐτός πού προσκάλεσε τόν Ἀπόστολο Ναθαναήλ, γιά νά γνωρίση τόν Κύριο. Μετά τήν Πεντηκοστή πῆρε τόν κλῆρο, γιά νά εὐαγγελίση τήν Μικρά Ἀσία, ἔχοντας σάν βοηθούς τόν ἀπόστολο Βαρθολομαῖο καί τήν ἀδελφή του Μαριάμνη. Οἱ ἀπόστολοι ἀφοῦ κήρυξαν στήν Λυδία καί στήν Μυσία, ὑποφέροντας πολλούς πειρασμούς καί κακοπάθειες, ἐρχόμενοι στήν Ἱεράπολη τοὺς συνέλαβαν οἱ εἰδωλολάτρες καί ἀφοῦ τοὺς βασάνισαν, τόν μέν ἀπόστολο Βαρθολομαῖο καί τήν Μαριάμνη τούς κρέμασαν, τόν δέ ἀπόστολο Φίλιππο τόν κάρφωσαν κατακέφαλα ἀπό τούς ἀστραγάλους πάνω σέ ξύλο καί ἔτσι προσευχόμενος παρέδωσε τήν ψυχή του στόν Κύριο. Ἡ Παράδοση μᾶς λέγει, ὅτι μόλις ὁ ἅγιος Ἀπόστολος ἐξέπνευσε, ἡ γῆ ἐξέβαλε φοβερό ἦχο καί σχίσθηκε παρασύροντας πολλούς εἰδωλολάτρες. Κατόπιν, ἐπειδή φοβήθηκαν πολλοί ἀπό αὐτούς, ἐλευθέρωσαν τούς ἁγίους Βαρθολομαῖο καί Μαριάμνη καί, ἀφοῦ ἐνταφίασαν τό ἱερό Λείψανο τοῦ Ἀποστόλου Φιλίππου, προσῆλθαν στήν πίστη τοῦ Κυρίου.