ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. α’ 18-23
18 Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι᾿ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. 21 καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν 22 ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ιβ‘ 48-59
48 Ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. 49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη! 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ! 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾿ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶ καὶ δύο ἐπὶ τρισί· 53 διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατρὶ καὶ θυγάτηρ ἐπὶ μητρί, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. 54 Ἔλεγε δὲ καὶ τοῖς ὄχλοις· ὅταν ἴδητε τὴν νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε, ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτω· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τοῦ οὐρανοῦ καὶ τῆς γῆς οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμάζετε; 57 τί δὲ καὶ ἀφ᾿ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾿ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾿ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδῷ τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΙΛΟΣ
Στίς 10 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Μίλου ἐπισκόπου. Γεννήθηκε σέ ἕνα χωριό τῆς Περσίας, βαπτίσθηκε καί μάθαινε τά ἱερά γράμματα. Ἐπρόκειτο νά καταταγεῖ στόν περσικό βασιλικό στρατό, ἀλλά εἶδε μιά ὁπτασία πού τόν ἀπέτρεψε. Ἀπό τότε καί στό ἐξῆς ἀσκοῦσε τήν παρθενία καί τίς ἄλλες ἀρετές, προσευχόταν δέ στόν Θεό, ὑπέρ τοῦ ἰδίου καί ὑπέρ τοῦ ἔθνους του. Ἄφησε τήν πατρίδα του, ἔγινε μοναχός καί ἀσκήτευε στόν τόπο ὅπου ὁ προφήτης Δανιήλ εἶδε τίς ὁπτασίες ὅταν ἦταν στήν Βαβυλώνα. Χειροτονήθηκε Ἐπίσκοπος ἀπό τόν ὁμολογητή καί μάρτυρα Ἐπίσκοπο Γεννάδιο. Ἔλεγχε τίς παρανομίες τῶν χριστιανῶν τῆς ἐπικοπῆς του, αὐτοί ὅμως δυστυχῶς παρέμεναν ἀδιόρθωτοι. Τούς ἀνήγγειλε ὅτι ἡ ὀργή τοῦ Θεοῦ θά τούς παιδεύσει καί ἀναχώρησε ἀπό ἐκεῖνο τό μέρος. Πράγματι μετά ἀπό τρεῖς μῆνες ὁ βασιλιᾶς ὀργίσθηκε μέ τούς κατοίκους τῆς πόλεως, την κατέστρεψε ὁλοσχερῶς καί τούς θανάτωσε ὅλους. Κατόπιν ὁ ἅγιος πῆγε στά ἱεροσόλυμα καί βρῆκε τόν Ἀμμώνιο, μαθητή τοῦ μεγάλου Ἀντωνίου. Μετά ἀπό δύο χρόνια ἐπέστρεψε στήν Περσία· ἐκεῖ βρῆκε ἕνα μοναχό, πού κατοικοῦσε σέ σπήλαιο, ὅπου ὑπῆρχε ἕνας τεράστιος δράκος. Ὁ ἅγιος Μίλος τόν σφράγισε μέ τόν τύπο τοῦ Τιμίου Σταυροῦ καί τότε ὁ δράκος ἀμέσως νεκρώθηκε. Πηγαίνοντας στήν ἐπαρχία του, ἔκτισε ἱερό ναό γιά νά συγχωρηθούν οἱ ἁμαρτίες τοῦ ἀνυπάκουου λαοῦ καί τοῦ βασιλιᾶ του.
Μετά ἀπό πολύ καιρό πῆγε στήν πόλη Κτησιφῶντα, συμμετεῖχε σέ μία σύνοδο Ἐπισκόπων καί ἔλεγχε τόν Ἐπίσκοπο, κατά τοῦ ὁποίου συγκροτήθηκε ἡ σύνοδος. Ἐκεῖνος ὅμως λοιδωροῦσε καί ἐξευτέλιζε τόν ἅγιο, ὁ ὁποῖος τοῦ ἀποκρίθηκε ὅτι θά τόν παίδευε ὁ Θεός ἐξ’ αἰτίας τῆς ἀλαζονείας καί τῆς ἀμετανοησίας του. Πράγματι κεραυνός ἀπό τόν οὐρανό ἔπεσε ἀμέσως ἐπάνω του, ἔμεινε ἡμίξηρος ἐπί δώδεκα ὁλόκληρα ἔτη καί μετά πέθανε. Κάποτε ἀναχώρησε ἀπό αύτήν τήν πόλη καί ἐπιτελοῦσε πάμπολλα θαύματα, μέσῳ τῶν ὁποίων πολλοί ἄνθρωποι γίνονταν χριστιανοί.
Τέλος τόν κάλεσε ὁ ἄρχοντας Βασιλίσκος μαζί μέ τούς δύο μαθητές του κι ἐπειδή δέν ἀρνιόντουσαν τήν πίστη τους, τούς βασάνισε ἀνελέητα καί χτύπησε τόν ἀθλητή τοῦ Κυρίου στό στῆθος καί μετά ὁ ἀδελφός τοῦ βασιλιά τόν χτύπησε στήν καρδιά. Ὁ ἅγιος προφήτευσε ὅτι ὁ Βασιλίσκος θά πέθαινε συγχρόνως μέ τόν ἀδελφό του καί μάλιστα θά σκότωναν ὁ ἕνας τόν ἄλλο. Ἡ πρόρρηση αὐτή πραγματοποιήθηκε ὅταν τά δύο ἀδέλφια προσπαθῶντας νά σκοτώσουν ἕνα ἐλάφι, ἀφαἰρεσαν ὁ ἕνας τήν ζωἠ τοῦ ἄλλου. Τά λείψανα τοῦ ἁγίου καί τῶν μαθητῶν του ἐνταφιάσθηκαν ἀπό τούς χριστιανούς καί ἐπιτελοῦν πολλά θαύματα.
Ἀπολυτίκιον
(Ἦχος γ´. Θείας πίστεως.)
Ἱερόαθλε, Περσίδος γόνε, εὖχος πάντιμον τῆς Ἐκκλησίας, καὶ αἰσχύνης τῶν σεβόντων τὰ εἴδωλα, τὸν σὸν αὐχένα μαχαίρᾳ ὑπέκλινας καὶ στεφανίτης ἀπῆλθες πρὸς δώματα, Μίλε πάντιμε, ἀφθίτου ἀγαλλιάσεως Χριστὸν ἡμῖν ἀεὶ ἐξιλεούμενος.
Μεγαλυνάριον
Τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, Μίλον τὸν θεόπνουν, καταστέψωμεν εὐλαβῶς ἄνθεσιν ᾀσμάτων σὺν μαθητῶν δυάδι αὐτοῦ τῇ παναρίστῳ πάντες γηθόμενοι.