Τρίτη 9 Νοεμβρίου 2021

ΟΣΙΑ ΘΕΟΚΤΙΣΤΗ

 9 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Κλσ. α’ 1-3, 6-11

    1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, 2 τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,

    6 τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἔστι καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, 7 καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, 8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. 9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιβ’ 42-48

     42 Εἶπε δὲ ὁ Κύριος· τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα. 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· 48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΑ ΘΕΟΚΤΙΣΤΗ

    Στίς 9 Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τὴν Ἁγία Θεοκτίστη τὴν Λεσβία. Ἡ Ἁγία καταγόταν ἀπὸ τὴν Μηθύμνη τῆς Μυτιλήνης καὶ ἀπὸ μικρὴ ἡλικία λόγῳ τῆς ἀρετῆς της ἔγινε μοναχή. Δέκα ὀκτὼ χρονῶν ἐρχόμενη στὸ πατρικό της, γιὰ νὰ χαιρετίση τὴν ἀδελφή της, συλλαμβάνεται μαζὶ μὲ τοὺς συγχωριανούς της ἀπὸ Κρῆτες πειρατὲς καὶ ὁδηγεῖται στὴν Πάρο. Ἐκεῖ ἡ Ἁγία Θεοκτίστη δραπετεύει καὶ καταφεύγει σὲ ἕνα κοντινὸ δάσος, στὸ ὁποῖο παρέμεινε γιὰ τριάντα πέντε χρόνια παλεύοντας μὲ τὸ κρύο, τὴν ζέστη, τρεφόμενη μὲ ἄγρια χόρτα, προσευχόμενη, χωρὶς νὰ ἔρχεται σὲ ἐπαφὴ μὲ τοὺς ἀνθρώπους, ἀφιερωμένη ἀποκλειστικὰ στὸν Κύριο. Μετὰ ἀπὸ τριάντα πέντε χρόνια πῆγαν στὴν Πάρο κάποιοι κυνηγοί. Κάποιος ἀπὸ αὐτούς, ἀφοῦ χωρίσθηκε ἀπὸ τοὺς ἄλλους μπῆκε στὸν Ἱερό Ναὸ τῆς Θεοτόκου, ὅπου ἀφοῦ προσευχήθηκε βλέπει στὸ δεξιὸ μέρος τῆς Ἁγίας Τραπέζης κάποια παράξενη κίνηση. Προχωρώντας, γιὰ νὰ ἐξετάση καλύτερα τὸ γεγονὸς ἄκουσε μία φωνή, ποὺ τὸν παρακαλοῦσε νὰ μὴ προχωρήση, διότι ντρεπόταν νὰ φανερωθῆ, ἐπειδὴ ἦταν γυμνή. Ὁ κυνηγὸς μετὰ ἀπὸ αἴτηση τῆς Ἁγίας Θεοκτίστης τῆς ἔρριξε τὸ ἐπανωφόρι του καὶ ἡ ἁγία, ἀφοῦ σκεπάσθηκε τοῦ ἀποκαλύφθηκε. Βλέποντάς την ὁ κυνηγός, ὅπου ἀπὸ τὶς νηστεῖες καὶ τὶς κακουχίες τὸ σῶμα της φαινόταν σὰν σκιὰ σώματος ἔπεσε κατὰ γῆς. Ἡ Ἁγία τὸν εὐλόγησε, τοῦ ἐξιστόρησε τὴν ζωή της καὶ τὸν παρεκάλεσε, ὅταν θὰ ἐπέστρεφε ξανὰ στὴν Πάρο νὰ ἔφερνε μαζί του καὶ τὰ Θεῖα Μυστήρια. Μετὰ ἀπὸ λίγο καιρὸ ὁ κυνηγὸς πραγματοποίησε τὴν ἐπιθυμία της. Ἡ Ἁγία Θεοκτίστη παρέλαβε τὰ Ἅγια Μυστήρια προσευχήθηκε, ἐκοινώνησε καὶ εὐχαρίστησε τὸν Κύριο· ὁ δὲ κυνηγός, ἀφοῦ πῆρε τὴν εὐχή της, ἀνεχώρησε. Ὅταν μετὰ ἀπὸ ἡμέρες γύρισε τὴν εὑρῆκε νεκρὴ. Τὴν ἐνταφίασε καὶ πρσευχήθηκε πρὸς τὴν ἁγία νὰ πρεσβεύη γιὰ αὐτόν.

 Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.)

    Τῆς Μηθύμνης τόν γόνον καί θεῖον βλάστημα καί Παρίων τό κλέος καί τό ἐντρύφημα, Θεοκτίστην τήν Ἁγίαν εὐφημήσωμεν. Χαίροις βοῶντες πρός Αὐτήν, καλλιπάρθενε ἀμνάς καί Νύμφη τοῦ Θεοῦ Λόγου, ὧ καί πρεσβεύεις ἀδιαλείπτως τοῦ σωθῆναι τάς ψυχάς ἡμῶν.

Μεγαλυνάριον

    Χαίροις τὸ τῆς Λέσβου ἄνθος τερπνόν, τὸ τὴν εὐωδίαν, διαπνεῦσαν τὴν μυστικήν, ἐν τῇ νήσῳ Πάρῳ, θεόφρον Θεοκτίστη, ὀσμῆς τῆς θεοκτίστου, ἐξομοιώσεως.