Δευτέρα 8 Νοεμβρίου 2021

Η ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΡΧΑΓΓΕΛΩΝ ΜΙΧΑΗΛ ΚΑΙ ΓΑΒΡΙΗΛ

 8 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. β’ 2-10

   2 Εἰ γὰρ ὁ δι᾿ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, 3 πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, 4 συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. 5 Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, 6 διεμαρτύρατο δὲ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; 7 ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾿ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. 8 πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· 9 τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. 10 ἔπρεπε γὰρ αὐτῷ, δι᾿ ὃν τὰ πάντα καὶ δι᾿ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι΄ 16-21

    16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΡΧΑΓΓΕΛΩΝ ΜΙΧΑΗΛ ΚΑΙ ΓΑΒΡΙΗΛ

     Στίς 8 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν σύναξιν τῶν Ἀρχιστρατήγων Μιχαήλ καί Γαβριήλ καί τῶν λοιπῶν Ἀσωμάτων καί οὐρανίων ταγμάτων. Σήμερα δηλαδὴ ἡ Ἐκκλησία ἐνθυμεῖται καί προσφέρει τιμές στίς Ἀσώματες δυνάμεις γιά τίς εὐεργεσίες πού προσέφεραν στό ἀνθρώπινο γένος τόσο κατά τήν περίοδο τῆς Παλαιᾶς Διαθήκης ὅσο καί κατά τήν Καινή. Ἡ δέ σύναξις τῶν Ἀγγελικῶν ταγμάτων εἶναι ἡ ἑξῆς· ὁ Διάβολος ἐπειδή ὑπερηφανεύθηκε κατά τοῦ Θεοῦ καί θέλησε νά γίνη ὅμοιος μέ τόν Ὕψιστο, μόλις αὐτό τό ἐννόησε καί θέλησε νά τό κάνη πραγματικότητα, ἐξέπεσε ἀπό τήν οὐράνια δόξα καί τό ἀξίωμά του συμπαρασύροντας μαζί του καί τό τάγμα, πού ὑποτασσόταν σέ αὐτόν. Καί ἔτσι ἔγιναν σκοτεινοί ἀντί φωτεινοί καί δαίμονες ἀντί νά εἶναι Ἄγγελοι. Τότε ὁ Ἀρχάγγελος Μιχαήλ βλέποντας τήν φοβερή αὐτή πτώση καί κατανοώντας τήν ὑπερηφάνεια ὡς αἰτία της ὑπέδειξε ὑποταγή καί ταπείνωση πρός τόν Θεό καί ἔτσι διαφύλαξε καί τήν ἰδική του λαμπρότητα καί δόξα, ἀλλά καί τῶν ὑπολοίπων Ἀγγελικῶν ταγμάτων, τά ὁποῖα, ἀφοῦ τά σύναξε καί τά ἕνωσε σέ ἕνα χορό τούς ἐφώναξε τό “Πρόσχωμεν”, δηλαδή ἄς προσέξουμε καί ἄς ἐννοήσουμε τί ἔπαθαν οἱ ἐκπεσόντες δαίμονες ἐξ αἰτίας τῆς ὑπερηφάνειας καί ἄς καταλάβουμε ὅτι ὁ Θεός εἶναι Δεσπότης καί Δημιουργός μας, ἐμεῖς δέ δοῦλοι καί δημιουργήματά Του. Τότε ὅλοι μαζί ἐδόξασαν τόν Θεό μέ τόν ἀγγελικό ὕμνο «Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανός καί ἡ γῆ τῆς δόξης αὐτοῦ». Γιά τήν ὑποταγή καί εὐγνωμοσύνη τοῦ Ἀρχιστρατήγου Μιχαήλ ὁ Θεός τόν διόρισε νά εἶναι πρῶτος τῶν Ἀγγελικῶν τάξεων.

 Ἀπολυτίκιον

(Ἦχος δ’.)

Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτοντας, ἐκτεvῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Μεγαλυνάριον

Πρόκριτοι Δυνάμεων νοερῶν, Μιχαὴλ πρωτάρχα, καὶ λαμπρόμορφε Γαβριήλ, σὺν ταῖς οὐρανίαις, αἰτεῖτε στρατηγίαις, ἡμῖν καταπεμφθῆναι τὸ μέγα ἔλεος.