ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Φιλιπ. β’ 24-30
24 Πέποιθα δὲ ἐν Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι. 25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς, 26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησε. 27 καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ᾿ ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ. 28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. 29 προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, 30 ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ια’ 42-46
42 Ἀλλ᾿ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον, καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ Θεοῦ· ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι. 43 οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς. 44 οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα. καὶ οἱ ἄνθρωποι περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν. 45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις. 46 ὁ δὲ εἶπε· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΑΚΕΨΙΜΑΣ, ΙΩΣΗΦ ΚΑΙ ΑΕΙΘΑΛΑΣ
Στίς 3 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ καί Ἀειθαλᾶ. Ἔζησαν στούς χρόνους τοῦ Πέρση βασιλιᾶ Σαβωρίου τό 330. Κατηγορήθηκαν ὡς χριστιανοί καί δικάστηκαν ἀπό τόν ἀρχιμάγειρα τοῦ βασιλιᾶ Ἀδραχοσχάρ. Στάθηκαν ἀκλόνητοι στήν πίστη τους, γι’ αὐτό ἔδειραν τόν μέν ἅγιο Ἀκεψιμᾶ μέ ἀγκαθωτά ραβδιά ροδιᾶς, τόν δέ ἅγιο Ἰωσήφ ἀφοῦ τόν τέντωσαν τόν ἔδειραν τόσο πολύ, ὥστε χωρίστηκαν οἱ σᾶρκες ἀπό τά κόκκαλά του καί κατόπιν τόν ἔριξαν δεμένο στή φυλακή. Τοῦ ἁγίου Ἀειθαλᾶ ἔδεσαν τά χέρια καί τά πόδια κάτω ἀπό τά γόνατά κι ἔπειτα τόν ἔδειραν ἀνηλεῶς. Τριάντα στρατιῶτες ἔδειραν ξανά τόν ἅγιο Ἀκεψιμᾶ καί μέ αὐτόν τόν τρόπο βασανιζόμενος, παρέδωσε τήν μακαρία του ψυχή. Τόν ἅγιο Ἰωσήφ κρέμασαν κατακέφαλα, τόν ξέσχισαν καί τέλος τόν λιθοβόλησαν. Τέσσερις στρατιῶτες τέντωσαν τόν ἅγιο Ἀειθαλᾶ καί τόν ξαναέδειραν, μετά τόν κρέμασαν κι αὐτόν κι ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Δείχνοντας ἀπαράμιλλη γενναιότητα, πίστη καί ὑπεράνθρωπη ὑπομονή χαίρονται αἰωνίως μέ τόν Κύριο ἡμῶν Ἰησοῦ Χριστό μας.
Ἀπολυτίκιον
(Ἦχος γ’. Θείας πίστεως.)
Ὡς θεράποντες, τῆς εὐσέβειας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀκεψιμᾶ Ἱεράρχα πολύαθλε, Ἀειθαλᾶ Ἰωσὴφ τὲ μακάριοι. Ἀλλ’ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις ἀθλοφόρων τριάς σεπτή, Ἀκεψιμᾶ Πάτερ, Ἰωσήφ καί Ἀειθαλᾶ, οἱ καταβαλόντες, πυρσολατρῶν τήν πλάνην καί μαρτυρίου δόξαν καρποφορήσαντες.