Πέμπτη 21 Οκτωβρίου 2021

ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ Ο ΜΕΓΑΣ

21 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ.΄ ε΄ 33 – ς΄ 9

    33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

    ς΄ 1 Τὰ τέκνα ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ· τοῦτο γάρ ἐστι δίκαιον. 2 τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, 3 ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. 4 καὶ οἱ πατέρες μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλ᾿ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. 5 Οἱ δοῦλοι ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, 6 μὴ κατ᾿ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ᾿ ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, 7 μετ᾿ εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις, 8 εἰδότες ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθόν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος. 9 Καὶ οἱ κύριοι τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία οὐκ ἔστι παρ᾿ αὐτῷ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 49-56

    49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. 50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν. 51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ Ο ΜΕΓΑΣ

    Στίς 21 Ὀκτωβρίου ἡ Εκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου Ἱλαρίωνος, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν κωμόπολη Θαβαθᾶ, κοντὰ στὴ Γάζα τῆς Παλαιστίνης καὶ ἔζησε τὸν 4ο αἰώνα. Ὁ ἅγιος ἦταν φιλομαθής, ἰδιαίτερα στὸ νὰ πληροφορεῖται τὰ τοῦ θελήματος τοῦ Θεοῦ.Ἔστρεψε τὸ ἐνδιαφέρον καὶ πρὸς φημισμένους ἀσκητές τῆς εὐρύτερης περιοχῆς, ἀπὸ τοὺς ὁποίους εἶδε καὶ ἄκουσε πολλά. Καθὼς περνοῦσαν τὰ χρόνια, ἔγινε πόλος ἕλξης πολλῶν ἀναχωρητῶν. Ἦταν πιὰ ὁ μεγάλος ἀσκητής καὶ ὁ πολύτιμος διδάσκαλος. Ταξίδεψε σὲ διάφορες περιοχὲς διδάσκοντας τὸ λαὸ καὶ ἰδιαίτερα τοὺς μονάζοντες. Τελευταῖος τόπος ἦταν ἡ Πάφος τῆς Κύπρου. «Εἶχε δὲ ἤδη ὑπερβῇ τὰ ὀγδοήκοντα ἔτη, καὶ ὁ Θεὸς τὸν ἐκάλεσε ἐκ τοῦ ἐπιγείου σταδίου, ἐπὶ τοῦ ὁποίου εἶχε τόσον μοχθήσῃ καὶ διαλάμψῃ. Οἱ Κύπριοι ἔθαψαν τὸ λείψανό του μετὰ πάσης τιμῆς, κατόπιν δὲ ὁ μαθητής του Ἡσύχιος, ὅστις ἀπουσίαζε κατὰ τὸν θάνατόν του, ἐλθὼν τὸ παρέλαβε καὶ τὸ κατέθηκε εἴς τινα Μονὴν τῆς Παλαιστίνης, τὴν καλουμένην τοῦ Μαϊουμᾶ», σημειώνει ὁ Συναξαριστής.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

  Ἐγκρατείας τῇ αἴγῃ λαμπρυνθεὶς τὴν διάνοιαν, ἤστραψας θαυμάτων, Ἱλαρίων Πατὴρ ἡμῶν, καὶ γέγοντας φωστήρ περιφανής, καὶ στῦλος εὐσεβείας θεαυγής, καταυγάζων τῇ ἐνθέῳ σου βιοτῇ, τοὺς πίστει προσιόντας σο· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 Μεγαλυνάριον

φθης ὡς ἐλαία καρποτελής, ἐν οἴκῳ Κυρίου, Ἰλαρίων Πατήρ ἡμῶν, ἔργων σου ἐλαίῳ, φαιδρῶς καθιλαρύνων, Χριστοῦ τήν Ἐκκλησίαν, σέ μεγαλύνουσαν.