Παρασκευή 22 Οκτωβρίου 2021

ΑΓΙΟΙ ΑΛΕΞΑΝΔΡΟΣ, ΗΡΑΚΛΕΙΟΣ, ΑΝΝΑ, ΕΛΙΣΑΒΕΤ, ΘΕΟΔΟΤΗ ΚΑΙ ΓΛΥΚΕΡΙΑ

 22 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. ς’ 18-24

     18 Διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι ὡς δεῖ με λαλῆσαι. 21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. 23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ· ἀμήν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 1-15

    1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2 ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 3 ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 10 εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 12 λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. 13 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΑΛΕΞΑΝΔΡΟΣ, ΗΡΑΚΛΕΙΟΣ, ΑΝΝΑ, ΕΛΙΣΑΒΕΤ, ΘΕΟΔΟΤΗ ΚΑΙ ΓΛΥΚΕΡΙΑ

    Στίς 22 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου ἐπισκόπου, Ἡρακλείου, Θεοδότης, Γλυκερίας, Ἄννης καί Ἐλισάβετ. Ὁ ἅγιος Ἀλέξανδρος ἦταν ἐπίσκοπος καί χάρις στήν διδασκαλία του πολλοί εἰδωλολάτρες βαπτίζονταν χριστιανοί, γι’ αὐτό καί τόν κάλεσε ὁ ἡγεμόνας νά ἀπόλογηθεῖ καί νά θυσιάσει στά εἴδωλα. Ὁ ἅγιος δέν δέχθηκε νά θυσιάσει, ὅπως προσπαθοῦσαν νά τόν ἀναγκάσουν, γι’ αὐτό ὑπέστη πολλές τιμωρίες καί βασανιστήρια. Βλέποντας τήν γενναιότητα καί τήν ὑπομονή του, ὁ στρατιώτης Ἡράκλειος πίστεψε στόν Χριστό καί μετά ἀπό σκληρά βασανιστήρια, ἀποκεφαλίσθηκε. Ὁ ἅγιος Ἀλέξανδρος ἔμεινε θαυματουργικῶς ἀβλαβής ἀπό τά βασανιστήρια· χάρις σέ αὐτό τό γεγονός πίστεψαν καί οἱ Θεοδότη, Γλυκερία, Ἄννα καί Ἐλισάβετ, οἱ ὁποῖες ὁμολογῶντας μέ παρρησία τήν πίστη τους ἀποκεφαλίσθηκαν. Τελευταῖος ἀπό ὅλους μαρτύρησε ὁ ἅγιος Ἀλέξανδρος μέ θανάσιμο χτύπημα ἀπό μαχαίρι.