ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. α’ 11-19
11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιγ’ 54-58
54 Ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ
Στίς 23 Ὀκτωβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Ἰγνατίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ὁ ἅγιος Ἰγνάτιος ἦταν γιός τοῦ θεοσεβῆ αὐτοκράτορα Μιχαήλ τοῦ Ραγκαβέ, ὁ ὁποῖος ἐβασίλευσε πρίν τόν ἀσεβῆ, εἰκονομάχο αὐτοκράτορα Λέοντα τόν Ἀρμένιο καί τῆς βασιλίσσης Προκοπίας, τῆς κόρης τοῦ αὐτοκράτορα Νικηφόρου Α΄. Ὁ μακάριος Ἰγνάτιος, ὅταν εὐνουχίσθηκε ἀπό τόν αἱρετικό αὐτοκράτορα Λέοντα, ἔγινε μοναχός καί στήν συνέχεια ἡγούμενος στό μοναστήρι τοῦ Ἀρχαγγέλου, τό ὁποῖο μετονομάσθηκε ἀργότερα ἡ μονή τοῦ Σατύρου. Ἀξιώθηκε νά γίνη Πατριάρχης Κωνσταντινουπόλεως καί ἡ πατριαρχεία του διήρκησε ἕντεκα χρόνια καί πέντε μῆνες, στήν συνέχεια ἐκθρονίσθηκε ἀπό τόν αὐτοκράτορα Μιχαήλ, τόν γιό τοῦ Θεοφίλου, ὁ ὁποῖος ἐνθρόνισε στήν θέση τοῦ Ἰγνατίου τόν πρωτοσπαθάριο καί πρωτασηκρήτη, τόν μετέπειτα Πατριάρχη Φώτιο. Ὁ Φώτιος ἐκθρονίσθηκε, ὅταν ἔγινε αὐτοκράτορας ὁ Βασίλειος ὁ Μακεδόνας καί στήν θέση του ἀποκατέστησε τόν Ἰγνάτιο, ὁ ὁποῖος παρέμεινε στόν πατριαρχικό θρόνο γιά ἕντεκα χρόνια. Ἀλλά καί πάλι ἀπομακρύνθηκε, γιά νά ἐνθρονισθῆ ὁ Στέφανος, ὁ γιός τοῦ Βασιλείου. Ἔτσι ὁ ἀοίδιμος Ἰγνάτιος ἐπέστρεψε καί πάλι στήν Μονή τοῦ Σατύρου, ὅπου παρέμεινε μέχρι τήν κοίμησή του σέ ἡλικία ἑβδομῆντα ἐννέα χρόνων.