Παρασκευή 8 Οκτωβρίου 2021

ΟΣΙΑ ΤΑΪΣΙΑ

8 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

φεσ. α’ 7-17

    7 Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ, 8 ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9 γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ 10 εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ, 11 ἐν ᾧ καὶ ἐκληρώθημεν προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12 εἰς τὸ εἶναι ἡμᾶς εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ Χριστῷ· 13 ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14 ὅς ἐστιν ἀῤῥαβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ. 15 Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ᾿ ὑμᾶς πίστιν ἐν τῷ Κυρίῳ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους, 16 οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ζ΄ 31-35

    31 Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32 ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. 33 ἐλήλυθε γὰρ Ἰωάννης ὁ βαπτιστὴς μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει. 34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. 35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΑ ΤΑΪΣΙΑ

    Στίς 8 κτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς ὁσίας Ταϊσίας, τῆς πρότερον πόρνης. Ἀπό πολύ μικρή ἠλικία παρακινήθηκε ἀπό τήν μητέρα της καί ζοῦσε ἄσωτη ζωή. Διδάχθηκε ὅμως ἀπό τόν ὅσιο Παφνούτιο τόν Σινδώνιο ὅτι ὑπάρχει μετάνοια καί ὅτι ὁ Κύριος συγχωρεῖ τίς ἀνθρώπινες ἁμαρτίες. Μοίρασε ὅλα τά ὑπάρχοντά της, γύρω στίς τετρακόσιες λίτρε χρυσοῦ, στούς φτωχούς. Κατόπιν κλείστηκε σέ ἕνα κελλί καί στενάζοντας ἀπό τήν καρδιά της, ἔλεγε “Ὁ πλάσας με, ἐλέησόν με”. Μετά ἀπό τρία χρόνια, μέ ἐντολή τοῦ προεστῶτος, βγῆκε ἀπό τό κελλί της καί ἐκοιμήθη μετά ἀπό δεκαπέντε ἡμέρες.

Ἀπολυτίκιον.

(Ἦχος α’. Τῆς ἐρήμου πολίτης.)

   Ἀσελγείαις τὸ πρῶτον τὴν ψυχήν σου σπιλώσασα, εἶτα ὡς χιὼν Ταϊσία, ἐλευκάνθης τοῖς δάκρυσιν· ὁ θεῖος Σεραπίων σοὶ ὁδὸν, ὑπέδειξε καλῆς ἐπιστροφῆς, καὶ κλεισθεῖσα ἐν κελλίῳ χρόνοις τρισί, τὴν ἄσκησιν ἐτέλεσας· χαίροις Ἀλεξανδρείας ἡ τιμή· χαίροις Ἀγγέλων σύσκηνε· χαίροις ἐν μετανοίᾳ τοῦ Θεοῦ, τὸ ἔλεος κερδίσασα.

Μεγαλυνάριον

   Χαίροις μετανοίας ὑπογραμμός· χαίροις ἐγκρατείας, καὶ ἀσκήσεως ὁδηγός· χαίροις Ταϊσία, τὸν ῥύπον σῆς πορνείας, δακρύων σου τοῖς ῥείθροις, ἡ ἀποπλύνασα.