ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β’ Κορ. θ’ 6-11
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. 7 ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. 8 δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, 9 καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν. ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. 10 ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· 11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 27-39
27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ᾿ ἐν τοῖς μνήμασιν. 28 ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. 29 παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαῤῥήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. 30 ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοί ἐστιν ὄνομα; ὁ δὲ εἶπε· λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· 31 καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. 32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. 33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. 34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. 35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ᾿ οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. 36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ᾿ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. 38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνήρ, ἀφ᾿ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· 39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. καὶ ἀπῆλθε καθ᾿ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΑ ΜΑΡΤΥΣ ΣΕΒΑΣΤΙΑΝΗ
Στίς 24 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας Σεβαστιανῆς. Ζοῦσε στήν πόλη τοῦ Μαρκιανοῦ κατά τούς χρόνους τοῦ Ἀσμετιανοῦ. Κήρυττε τό Εὐαγγέλιο, γι’ αὐτό τήν πήγαν στό κριτήριο, ὅπου ὁμολόγησε τήν πίστη της καί ὅτι κατηχήθηκε καί βαπτίσθηκε ἀπό τόν Ἀπόστολο Παῦλο· ἐπιπλέον δέ ὅτι εἶναι ἔτοιμη νά μαρτυρήσει γιά τόν Χριστό. Στήν ἀρχή τήν ἔδειραν μέ μολυβένιες σφαῖρες καί μετά τήν ἔβαλαν στή φυλακή, ὅπου τῆς παρουσιάστηκε ὁ Ἀπόστολος Παῦλος καί τήν ἐνεθάρρυνε, λέγοντάς της, νά χαίρεται καί νά μή λυπᾶται, διότι θάπάει στήν πατρίδα της γιά τήν ὁμολογία τοῦ Χριστοῦ. Μετά ἀπό ἑπτά ἡμέρες τήν ἔβγαλαν ἀπό τή φυλακή καί τήν ἔβαλαν μέσα σέ ἕνα πυρωμένο καμίνι. Τήν ἄφησαν μέσα πολλή ὥρα, ἀλλά ἔμεινε ἀβλαβής, ὥστε ὅλοι ἀποροῦσαν καί θαύμαζαν. Ὅση ὥρα προσευχόταν ἡ μάρτυς ἔπεσε κεραυνός καί τόσο χαλάζι, ὥστε ὄχι μόνο ἔσβησε ἡ φωτιά τῆς καμίνου, ἀλλά καί ὅσοι βρίσκονταν ἐκεῖ κινδύνευσαν νά πεθάνουν, γι’αὐτό κι ἔφυγαν καταφοβισμένοι. Ἀργότερα ὁ ἡγεμόνας τήν ρωτοῦσε, πῶς ὄνομάζεται καί ἀπό ποῦ κατάγεται, ἡ ἁγία ὅμως σιωποῦσε. Ἔμαθε ὅτι κατάγεται ἀπό τήν Ἡράκλεια καί τήν ἔστειλε στόν ἡγεμόνα τῆς πατρίδας της. Ἄγγελος Κυρίου τήν ἐνδυνάμωνε στόν δρόμο, γιά νά ἀντέξει τίς νέες δοκιμασίες. Ὅταν ἔφθασε στήν Ἡράκλεια, τήν πῆγαν στό διακστήριο, ὅπου τήν κρέμασαν σέ ἕνα ξύλο καί ἐπί τρεῖς ὥρες τῆς καταξέσχιζαν τίς σάρκες. Εὐωδία ἀναδιδόταν ἀπό τό βασανισμένο της σῶμα καθώς προσευχόταν, ὥστε ὅλοι ἔλεγαν ὅτι δέν πάσχει ἄνθρωπος ἔμψυχος καί ζωντανός, ἀλλά ἄψυχος. Τήν κατέβασαν ἀπό τό ξύλο καί τήν ἔριξαν στά θηρία. Ἕνα ὅμως μεγαλόσωμο λιοντάρι μίλησε παραδόξως μέ ἀνθρώπινη φωνή καί μακάριζε τήν ἁγία, τούς δέ διῶκτες ἤλεγχε καί κατηγοροῦσε. Ἄφησαν καί μιά λέαινα, ἀλλά οὔτε ἐκείνη τήν πείραξε. Ὁ ἡγεμόνας πλέον δέν ἤξερε τί νά κάνει καί διέταξε νά ἀποκεφαλίσουν τήν ἁγία. Ἀντί νά τρέξει αἷμα ἀπό τήν ἁγία της κεφαλή, ἔτρεξε γάλα. Τό ἅγιό της λείψανο τό ἔβαλαν μέσα σέ σάκκο μαζί μέ τριακόσιες λίτρες μολύβδου καί τό ἔριξαν στή θάλασσα. Ἄγγελος Κυρίου ἔσκισε τόν σάκκο καί τό σῶμα τῆς μάρτυρος βγῆκε σέ ἕναν τόπο, πού ὀνομαζόταν Ρισηστός, ἀπ’ ὅπου μία εὐλαβής γυναίκα τῆς συγκλήτου τό πῆρε καί τό ἐνεταφίασε μέ μύρα καί σενδόνια.
Ἀπολυτίκιον
(Ἦχος α’. Τῆς ἐρήμου πολίτης.)
Τοῖς ῥήμασι τοῦ Παύλου φωτισθεῖσα
προσέδραμες, Σεβαστιανή τῷ Σωτῆρι καί νομίμως ἐνήθλησας, βασάνους
ὑπομείνασα πολλάς, δυνάμει τοῦ νυμφίου σου Χριστοῦ, ὃν ἱκέτευε ἀπαύστως
ὑπέρ ἡμῶν, τῶν εὐλαβῶς βοώντων σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ
σέ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.
Μεγαλυνάριον