Τετάρτη 20 Οκτωβρίου 2021

Ο ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ

 20 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. ε΄ 25-33

     25 Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ· 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν ἐκκλησίαν· 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 44-50

    44 Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45 οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾿ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. 46 Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47 ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου ἔστησεν αὐτὸ παρ᾿ ἑαυτῷ. 48 καὶ εἶπεν αὐτοῖς· ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὅς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας. 49 Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾿ ἡμῶν. 50 καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· οὐ γάρ ἐστι καθ᾿ ὑμῶν· ὃς γὰρ οὐκ ἔστι καθ᾿ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΡΤΕΜΙΟΣ

     Στίς 20 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου. Ὁ μακάριος Ἀρτέμιος ἦταν δούκας καί αὐγουστάλιος, δηλαδή μικρός αὔγουστος τῆς Ἀλεξανδρείας καί ἀργότερα ὁ Μέγας Κωνσταντῖνος τόν ἔκανε πατρίκιο. Ὅταν βασίλευσε ὁ Ἰουλιανός ὁ Παραβάτης καί δίωκε τούς χριστιανούς στήν Ἀντιόχεια, τότε ὁ ἅγιος Ἀρτέμιος παρουσιάσθηκε μόνος του στόν Ἰουλιανό καί ἤλεγχε τήν ἀποστασία του. Τότε ὁ δυσσεβῆς βασιλιᾶς διέταξε νά δείρουν τόν ἅγιο μέ μαστίγια καί νά τοῦ ξύσουν τίς σᾶρκες μέ σιδερένια νύχια. Μέ σιδερένιες βελόνες τοῦ κάρφωσαν τά πλευρά καί τά βλέφαρά του. Τόν ἔβαλαν ἀνάμεσα σέ δύο πολύ βαριές πλᾶκες, ὥστε τοῦ βγῆκαν ἔξω τά μάτια καί τέλος τόν ἀποκεφάλισαν. Τό ἅγιο λείψανό του μεταφέρθηκε στήν Κωνσταντινούπολη ἀπό μία εὐβλαβή διακόνισσα. Ἐκεῖ ἐπιτελοῦσε πάμπολλα θαύματα, ιδιαίτέρως δέ στήν κήλη τῶν διδύμων.

Ἀπολυτίκιον

(Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.)


Εὐσέβειας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς ἀγλαΐας ὤφθης σοφὲ κοινωνός, πρὸς ἀγῶνας ἀνδρικοὺς παραταξάμενος· ὅθεν ὡς λύχνος φωταυγής, τῶν θαυμάτων τὰς βολάς, ἐκλάμπεις τῇ οἰκουμένῃ, Ἀρτέμιε Ἀθλοφόρε, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 Μεγαλυνάριον

Δόξαν ὑπατείας ὑπεριδών, τὸ ὕπατον κλέος, ἐπορίσω τῶν ἀρετῶν, ὡς ἀνδραγαθήσας, Ἀρτέμιε ἐνδόξως· διὸ παντοίας βλάβης, ῥύου τοὺς δούλους σου.