ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. β’ 14-21
14 Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. 15 οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· 16 ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· 18 καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι. 19 καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· 20 ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ’ 23-27
23 Ἔλεγε δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾿ ἡμέραν καὶ ἀκολουθείτω μοι. 24 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25 τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26 ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27 λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΟΥΑΡΟΣ
Στίς 19 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο μάρτυρα Οὔαρο. Ἔζησε κατά τούς χρόνους τοῦ Μαξιμιανοῦ, στήν Αἴγυπτο καί ἦταν στρατιωτικός. Χάρις στήν ἀνδρεία καί τήν γενναιότητά του ἦταν πολύ ἀγαπητός στόν αὐτοκράτορα. Ἐπειδή ἦταν εὐσεβής χριστιανός περιποιόταν κρυφά, τούς φυλακισμένους γιά τήν πίστη τους χριστιανούς καί παρακαλοῦσε τόν Θεό νά ἀξιωθεῖ νά μαρτυρήσει κι ἐκεῖνος. Κάποτε φυλακίσθηκαν ἑπτά ἐρημῖτες ἀσκητές, τούς ὁποίους περιποιόταν ὁ ἅγιος. Ἕνας ἐρημίτης πέθανε μέσα στήν φυλακή καί ὁ ἅγιος Οὔαρος ἀποφάσισε νά πάρει τήν θέση του. Τόν κρέμασαν, τόν ἔδειραν μέ χονδρά ραβδιά καί μετά ἀφοῦ τόν ἅπλωσαν στήν γῆ τόν ξαναέδειραν καί ὕστερα τόν ἔσυραν τέσσερις στρατιῶτες κατά γῆς. Τόν ξανακρέμασαν καί ξέσκισαν μέ σιδερένια νύχια τίς σάρκες του. Μετά ἀπό τέτοια ἀπάνθρωπα βασανιστήρια πού κράτησαν πέντε ὧρες, παρέδωσε τήν ψυχή του κι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.
Μία εὐγενής καί πλούσια γυναίκα ὀνόματι Κλεοπάτρα, πῆρε τό ἅγιο λείψανο τοῦ μάρτυρος καί μαζί μέ τόν γυιό της, τό πῆγαν στήν πατρίδα της τήν Παλαιστίνη, ὅπου καί ἔκτισε πρός τιμήν τοῦ μάρτυρος ἕναν λαμπρό ναό. Ἀγόρασε δέ βασιλικό ἀξίωμα για τόν γυιό της καί ἔβαλε τήν χλαμύδα καί τήν ζώνη, τά παράσημα δηλαδή τοῦ ἀξιώματος, ἐπάνω στό λείψανο τοῦ ἁγίου γιά νά εὐλογθοῦν. Τελέσθηκαν τά ἐγκαίνια τοῦ ἱεροῦ ναοῦ καί ἡ Κλεοπάτρα διακόνησε ὅλους τούς παρισταμένους μέ μεγάλη φιλοτιμία. Τό ἑπόμενο πρωΐ διαπίστωσε ὅτι ὁ γυιός της ἦταν βαριά ἄρρωστος καί μετά ἀπό λίγο πέθανε. Λυπήθηκε τόσο πού ἔπεσε κάτω σάν νεκρή κι ὅταν συνῆλθε, φορτώθηκε τό νεκρό σῶμα τοῦ παιδιοῦ της, τό ἐναπόθεσε πάνω στόν τάφο τοῦ ἁγίου καί τόν παρακαλοῦσε μέ δάκρυα ἤ νά τόν ἀναστήσει ἤ νά πεθάνει καί ἡ ἴδια. Μετά ἀπό λίγο ἀποκοιμήθηκε καί τῆς φάνηκαν στόν ὕπνο της ὁ ἅγιος Οὔαρος μαζί μέ τόν γυιό της, ντυμένοι μέ λαμπρά, ὁλόφωτα ροῦχα καί φορῶντας στό κεφάλι τους στεφάνια. Μέ τά χαροποιά τους λόγια τήν παρηγόρησαν τόσο, ὥστε ἤθελε νά τήν πάρουν κι ἐκείνη μαζί τους. Ὅταν ξύπνησε εἶχε παρηγορηθεῖ πλέον ἐντελῶς καί ἐναπόθεσε τό νεκρό σῶμα τοῦ γυιοῦ της δίπλα στό ἅγιο λείψανο τοῦ μάρτυρος, εὐχαριστώντας τον θερμά. Ἔπειτα μοίρασε τήν περιουσία της στούς φτωχούς καί διακονοῦσε τούς προσκυνητές τοῦ ναοῦ. Πέρασε ἑπτά χρόνια μέ προσευχή καί νηστεία κι ἔβλεπε πλέον κάθε Κυριακή τόν μάρτυρα μέ τόν κεκοιμημένο γυιό της, λαμπρόφορεμένους. Ἐκοιμήθη ἐν εἰρήνῃ καί πῆγε πλέον γιά πάντα κοντά στόν ἅγιο Οὔαρο καί τόν μονογενῆ γυιό της.
Ἀπολυτίκιον
(Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.)
Τῶν Μαρτύρων ζηλώσας τὰ κατορθώματα, μαρτυρικῶς ἠγωνίσω ὑπὲρ τῆς δόξης Χριστοῦ, καὶ καθεῖλες τὸν ἐχθρὸν παμμάκαρ Οὔαρε, ἐν γὰρ ἰκρίω προσδεθεῖς, πρὸς τῷ ξύλῳ τῆς ζωῆς, νομίμως ἀποκατέστης, πρεσβευτικὴ χορηγία, καταφαιδρύνων τᾶς ψυχᾶς ἠμῶν.
Μεγαλυνάριον
Σύμμορφος ἐγένου τοῖς Ἀθληταῖς, Οὔαρε τρισμάκαρ, ἀριστεύσας περιφανῶς· ὅθεν οὐρανίων, ἀξιωθείς χαρίτων, ὑπέρμαχος γνωρίζῃ τοῖς σέ γεραίρουσι.