ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. γ΄ 8-21
8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ἐν τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸν ἀνεξιχνίαστον πλοῦτον τοῦ Χριστοῦ 9 καὶ φωτίσαι πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ Θεῷ, τῷ τὰ πάντα κτίσαντι διὰ Ἰησοῦ Χριστοῦ, 10 ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, 11 κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, 12 ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13 διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶ δόξα ὑμῶν. 14 Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 15 ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16 ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17 κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, 18 ἐν ἀγάπῃ ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, 19 γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ Θεοῦ. 20 Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21 αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 22-25
22 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπε πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν. 23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσε. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον. 24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα! ὁ δὲ ἐγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη. 25 εἶπε δὲ αὐτοῖς· ποῦ ἐστιν ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΚΑΡΠΟΣ, ΠΑΠΥΛΟΣ, ΑΓΑΘΟΔΩΡΟΣ ΚΑΙ ΑΓΑΘΟΝΙΚΗ
Στίς 13 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Κάρπου, Παπύλου, Ἀγαθοδώρου καί Ἀγαθονίκης. Ἔζησαν στούς χρόνους τοῦ Δεκίου καί ἦταν ἰατροί. Ὁ ἅγιος Κάρπος ἦταν ἐπίσκοπος Θυατείρων, ὁ δέ Παπύλος διάκονος, χειροτονημένος ἀπό τόν ἅγιο Κάρπο. Ὁ ἄρχοντας τῆς περιοχῆς τούς συνέλαβε καί τούς ἀνέκρινε. Ὁμολόγησαν μέ θάρρος τήν πίστη τους καί ἀντιστάθηκαν σθεναρά στήν προσπάθεια νά πεισθοῦν νά θυσιάσουν στά εἴδωλα. Γιά τήν σταθερότητά τους αὐτή τούς ἔδεσαν πίσω ἀπό ἄλογα, ἀπό τά ὁποία σύρθηκαν ἀπό τά Θυάτειρα ἔως τίς Σάρδεις. Τότε ὁ δοῦλος τους Ἀγαθόνικος, ἀφοῦ τόν ἐνίσχυσε ἕνας ἄγγελος, ὁμολόγησε μέ παρρησία τόν Χριστό, γι’αὐτό τόν κρέμασαν, τόν ἔδειραν καί παρέδωσε τήν ἁγία του ψυχή. Ὁ ἅγιος Κάρπος ἄν καί ἦταν κρεμασμένος, χαμογελοῦσε· ὅταν τόν ρώτησαν τόν λόγο, ἐκεῖνος ἀπάντησε, ὅτι εἶδε τήν δόξα τοῦ Κυρίου καί γέμισε χαρά. Τόν ἅγιο Παπύλο ἔδεσαν σέ τέσσερις πασσάλους καί τόν λιθοβόλησαν. Ἔμεινε ὅμως ἀβλαβής καί τόν ἔφεραν στό διακστήριο μαζί μέ τόν ἅγιο Κάρπο. Τά βασανιστήρια συνέχισαν ἀκόμα σκληρότερα· μετά τούς ἔριξαν στά θηρία, ἀλλά τότε, κατά θαυματουργικό τρόπο, ἕνα λιοντάρι μίλησε μέ ἀνθρώπινη φωνή καί ἤλεγχε τούς δημίους γιά τήν σκληρότητά τους. Οἱ διῶκτες ὅμως ἔφραξαν τά αὐτιά τους καί κάρφωσαν στά πόδια τῶν ἁγίων σιδερένια παπούτσια καί τούς ἔριξαν σέ ἕνα καμίνι. Τότε ἡ ἀδελφή τοῦ ἁγίου Παπύλου, Ἀγαθονίκη, προσευχήθηκε καί μπῆκε κι ἐκείνη στό καμίνι. Ἐπεσε ὅμως βροχή ἀπό τόν οὐρανό κι ἡ φωτιά ἔσβησε. Τέλος διατάχθηκε νά τούς ἀποκεφαλίσουν κι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Βίον ἔνθεον, διαδραμόντες, Χριστοῦ ὤφθητε, συγκληρονόμοι, δι’
ἀθλήσεως ἐχθρὸν τροπωσάμενοι, Κάρπε σοφὲ καὶ κλεινὲ Ἀγαθόδωρε, Ἀγαθονίκη
καὶ Πάπυλε ἔνδοξε. Θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε,
δωρήσασθαι ἤμιν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον