Σάββατο 9 Οκτωβρίου 2021

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΑΛΦΑΙΟΥ

 9 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Κορ. δ’ 9-16

    9 Δοκῶ γάρ ὅτι ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. 10 ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. 11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν 12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, 13 βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. 14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. 15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. 16 παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. θ’ 36 – ι’8

    36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμόν αὐτοῦ.

    θ΄ 1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, 4 Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8 ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΙΑΚΩΒΟΣ ΤΟΥ ΑΛΦΑΙΟΥ

    Στὶς 9 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ Ἀποστόλου Ἰακώβου, υἱοῦ τῆς Μαρίας καί τοῦ Ἀλφαίου, ἀδελφοῦ τοῦ Ἰωσῆ, τοῦ ἐπιλεγομένου μικροῦ, γιά νά διακρίνεται ἀπό τόν Ἰάκωβο, ἀδελφό τοῦ Ἰωάννου τοῦ Εὐαγγελιστοῦ, υἱό τῆς Σαλώμης καί τοῦ Ζεβεδαίου. Ὁ Συναξαριστής μᾶς πληροφορεῖ: «Ἀγωνισθείς καί αὐτός ὑπέρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐν Ἱεροσολύμοις, χωρίς νά πτοηθῇ ἀπό τήν μανίαν τῶν Ἰουδαίων, διέδραμεν ὕστερον καί ἄλλας χώρας, ὅπου ἐδίδαξε τό εὐαγγέλιον μέ ἱδρῶτας καί κινδύνους καί μόχθους. Ἀλλά μολονότι πολλάκις τόν ἔψαυσεν ὁ θάνατος, δέν ἀπέκαμε συνεχίζων ἀκαταπαύστως τόν ἀγῶνα. Τέλος παρέδωκε τήν ψυχήν του καθηλωθείς, ὡς ὁ Διδάσκαλος καί ἀρχηγός του, ἐπάνω εἰς τόν σταυρόν».

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

   Τήν χάριν τοῦ Πνεύματος γλωσσοπυρσεύτῳ πνοῇ, ὡς θεῖος Ἀπόστολος, ὑποδεχθείς τῇ ψυχῇ, Ἰάκωβε ἔνδοξε, ἔλαμψας ἐν τῷ κόσμῳ, ὡς ἀστήρ ἑωσφόρος· ἔλυσας τῶν εἰδώλων, τήν πολύθεον νύκτα. Καί νῦν ἀπαύστως δυσώπει, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

Μεγαλυνάριον

  Μύστης καὶ Ἀπόστολος πεφηνώς, τοῦ δι’ εὐσπλαγχνίαν, κενωθέντος μέχρι σαρκός, ἔφανας ἀδύτως, Ἰάκωβε θεόπτα, σωτήριον τὸ τούτου πᾶσι τοῖς ἔθνεσι.