ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. δ΄ 6-15
6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. 7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. 11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ς’ 31-36
31 Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΧΟΖΕΒΙΤΗΣ
Στίς 3 Ὀκτωβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Ἰωάννη τοῦ Χοζεβίτου, ἐπισκόπου Καισαρείας. Γεννήθηκε στίς Θῆβες τῆς Αἰγύπτου καί ἡ οἰκογένεια του ἦταν σπουδαία καί φημισμένη. Ἐκάρη μοναχός ἀπό τόν παπποῦ του, τόν ἀπχαιρέτησε καί πῆγε στά Ἱεροσόλυμα. Πλανήθηκε καί δέν δεχόταν τήν τετάρτη οἰκουμενικά σύνοδο τῆς Χαλκηδόνος. Θέλησε κάποτε νά προσκυνήσει τόν Τίμιο Σταυρό, ἀλλά ἐμποδιζόταν. Ἄκουσε φωνή στόν ὕπνο του νά τοῦ λέει, ὅτι ὅσοι δέν βρίσκονται σέ κοινωνία μέ τήν ὀρθόδοξη καθολική ἐκκλησία, εἶναι ἀνάξιοι νά προσκυνήσουν τόν Σταυρό τοῦ Κυρίου. Ξύπνησε λοιπόν, συνειδητοποίησε τό λάθος του καί διορθώθηκε. Βρῆκε ἕνα σπήλαιο σέ δύσβατο καί ἀπόκρημνο τόπο, ὀνόματι Χοζεβᾶ καί ἀσκήτευε ἐκεῖ. Στό ἴδιο μέρος ἀσκήτευε καί κάποιος μεγάλος ἀναχωρητής, ὁ Ἀνανίας. Σέ αὐτόν ἔφεραν κάποτε τόν γυιό ἕνός πλουσίου, διότι ὁ νέος ταλαιπωρεῖτο ἀπό ἀκάθαρτο πνεῦμα. Ὁ ὅσιος Ἀνανίας ἀπό τήν πολλή του ταπείνωση δέν δέχθηκε, ἀλλά συμβούλεψε νά βροῦν τόν ἅγιο Ἰωάννη τόν Χοζεβίτη. Πράγματι τόν βρῆκαν καί μετά ἀπό πολλές παρακλήσεις, ὁ ἅγιος Ἰωάννης προσευχήθηκε ἐπικαλούμενος τό ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀλλά καί τοῦ ὁσίου Ἀνανία, ἔδιωξε τό ἀκάθαρτο πνεῦμα.
Μετά ἀπό αὐτό τό περιστατικό, ἡ φήμη του διαδόθηκε σέ ὅλη τήν περιοχή καί χειροτονήθηκε παρά τήν θέλησή του, ἐπίσκοπος Καισαρείας. Μετά ἀπό κάποιο διάστημα ὅμως ἐπέστρεψε στήν ἔρημο, ὅπου ὅμως πάλι φανερώθηκαν ἡ ἀρετή καί ἡ ἁγιότητά του. Δοκίμασε πολλούς καί ἰσχυρούς πειρασμούς, μέ τήν Χάρη τοῦ Θεοῦ ὅμως, τούς ξεπερνοῦσε ὅλους. Ἔλεγε χαρακτηριστικά: “Ἐάν Χριστέ μου, σοῦ εἶναι ἀρεστά αὐτά που περνῶ, σέ εὐχαριστῶ.” Κάποτε θέλησε νά ἐπισκεφθεῖ ἕναν ὀνομαστό ἀσκητή, ὀνόματι Μαρκιανό. Εἶχε ἀποφασίσει ὅμως νά μήν βγαίνει ἀπό τό κελλί του γιά κανέναν λόγο. Ἡ πρόνοια τοῦ Θεοῦ ἔστειλε Ἄγγελο καί ἔφερε τόν Μαρκιανό στο κελλί τοῦ ὅσίου Ἰωάννου. Ἐπτέλεσε ἀναρίθμητα θαύματα καί παρέδωσε εἰρηνικά τήν ψυχή του σέ βαθύ γῆρας.