Σάββατο 2 Οκτωβρίου 2021

ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΠΡΙΑΝΟΣ ΚΑΙ ΙΟΥΣΤΙΝΑ Η ΠΑΡΘΕΝΟΣ

 2 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α’ Τιμ. α’ 12-17

    12 Καὶ χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν, 13 τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καί ὑβριστήν· ἀλλ᾿ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, 14 ὑπερεπλεόνασε δὲ ἡ χάρις τοῦ Κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾿ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε’ 17-26

   17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις Κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. 18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ. 19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν αὐτῷ· ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός; 22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 24 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας -εἶπε τῷ παραλελυμένῳ· σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου. 25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾿ ὃ κατέκειτο ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν Θεόν. 26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν Θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι εἴδομεν παράδοξα σήμερον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΥΠΡΙΑΝΟΣ ΚΑΙ ΙΟΥΣΤΙΝΑ Η ΠΑΡΘΕΝΟΣ

     Στὶς 2 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τή μνήμη τοῦ ἱερομάρτυρος Κυπριανοῦ καί τῆς παρθένου Ἰουστίνης. Ὁ Ἅγιος Κυπριανός καταγόταν ἀπό τήν Καρχηδόνα τῆς Λιβύης, ζοῦσε ὅμως στήν Ἀντιόχεια, ἀπό τήν ὁποία καταγόταν ἡ Ἁγία Ἰουστίνα καί ἔζησαν τόν 3ο αἰώνα μ.Χ.. Ὁ Ἅγιος Κυπριανός εἶχε λαμπρή παιδεία, ἦταν πλούσιος, εὐγενής καί ἀσχολεῖτο μέ τήν μαγεία. Κάποιος εἰδωλολάτρης, ὀνόματι Ἀγλαΐδας, ἀγἀπησε τήν Ἰουστίνα, ἡ ὁποία ὅμως δέν τόν ἤθελε, διότι ἦταν χριστιανή. Παρεκάλεσε λοιπόν τόν Κυπριανό νά ἀλλάξει τήν γνώμη τῆς κόρης, μεταχειριζόμενος τήν μαγική του τέχνη. Πράγματι ὁ Κυπριανός ἔστειλε πολλές φορές δαίμονες γιά νά γελάσουν τήν Ἰουστίνα καί νά δεχθεῖ τίς προτάσεις τοῦ Ἀγλαΐδα, ἀλλά δέν μπόρεσε νά κατορθώσει τόν σκοπό του. Μέ αὐτόν τόν τρόπο κατάλαβε τήν πλάνη τῆς εἰδωλολατρείας καί στράφηκε μέ ζῆλο στήν χριστιανική πίστη. Ἔκαψε μπροστά στόν ἐπίσκοπο τά μαγικά του βιβλία καί βαπτίσθηκε. Ἐξελέγη Ἐπίσκοπος Καρχηδόνος καί ἀντιμετώπισε πολλά ἐνδοεκκλησιαστικά προβλήματα. Τό 258 δέχτηκε τόν διά ξίφους θάνατον. Μαζί μέ τόν Ἅγιο Κυπριανό συνεορτάζεται καί ἡ παρθένος Ἰουστίνα. «Αὕτη κατηνάλωσε τήν ζωήν της, διακονοῦσα πρός τόν Χριστόν καί τόν πλησίον, ἰδιαιτέρως δέ ὑπέρ τῆς πίστεως καί τῆς ἁγνότητος τῶν παρθένων καί ἔλαβε καί αὕτη τόν μαρτυρικόν θάνατον κατά τόν ἴδιον διωγμόν ἐπί τοῦ αὐτοκράτορος Οὐαλεριανοῦ».

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως)

Θείας πίστεως, τῇ φωταυγείᾳ σκότος ἔλιπες, τῆς ἀσεβείας, καί φωστήρ τῆς ἀληθείας γεγένησαι· ποιμαντικῶς γάρ φαιδρύνας τόν βίον σου, Κυπριανέ τῇ ἀθλήσει δεδόξασαι. Πάτερ Ὅσιε, τόν Κτίστην ἡμῖν ἱλέωσαι, ὁμοῦ σύν Ἰουστίνῃ τῇ θεόφρονι.

Μεγαλυνάριον

Πλάνης σοφιστείας ἀπολιπώ, τῆς θείας σοφίας, ἀνεδείχθης φωστήρ λαμπρός, καί σύν Ἰουστίνῃ, Κυπριανέ ἀθλήσας, τῆς ἄνω βασιλείας ἄμφω ἐτύχετε.