Τετάρτη 22 Σεπτεμβρίου 2021

Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΦΩΚΑΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

22 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. ιγ΄ 3-13

    3 Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. 4 καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ· καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς. 5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; εἰ μή τι ἀδόκιμοί ἐστε. 6 ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι. 7 εὔχομαι δὲ πρὸς τὸν Θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾿ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν. 8 οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾿ ὑπὲρ τῆς ἀληθείας. 9 χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.

10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν. 11 Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾿ ὑμῶν. 12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι. ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες. 13 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν· ἀμήν.

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ΄ 1-15

    1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον 2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. 3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου, 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα. 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9 Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. 14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΦΩΚΑΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ

    Στίς 22 Σεπτεμβρίου ἑορτάζουμε τήν μνήμη τοῦ ἁγίου Φωκᾶ, τοῦ ἱερομάρτυρος καί θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος. Γεννήθηκε στήν Σινώπη τοῦ Πόντου καί ἦταν γυιός τοῦ Παμφίλου καί τῆς Μαρίας. Ἀπό πολύ μικρή ἠλικία τόν ἐπεσκίαζε ἡ Χάρις τοῦ Ἁγίου Πνεύματος καί ἐπιτελοῦσε παράδοξα θαύματα. Ἀργότερα ἔγινε ἐπίσκοπος καί μετέστρεψε πολλούς εἰδωλολάτρες στήν χριστιανική πίστη μέ τά σοφά του λόγια καί τά ὑπερφυσικά του θαύματα. Κάποτε ἕνα περιστέρι κάθισε στό κεφάλι του, τοῦ ἔβαλε ἕνα στεφάνι καί τοῦ εἶπε μέ ἀνθρώπινη φωνή: Ποτήριον κεράσθηκε σέ σένα καί πρέπει νά τό πιεῖς. Μέ αὐτό τό συμβάν τοῦ ἀποκαλύφθηκε ὅτι ἐπρόκειτο νά μαρτυρήσει.

    Πράγματι τόν ἔφεραν στόν ἔπαρχο Ἀφρικανό, ὁ ὁποῖος τοῦ ἔθεσε ἐρωτήσεις σχετικές μέ τήν πίστη του. Ὁ ἅγιος Φωκᾶς μέ θάρρος θεολόγησε, δίδαξε καί ὁμολόγησε τόν Χριστό. Ὁ ἔπαρχος τόλμησε νά βλασφημήσει τόν Κύριο καί νά τιμωρήσει τόν ἅγιο, γι’ αὐτό ἔγινε μεγάλος σεισμός καί πέθανε ὁ ἔπαρχος μαζί μέ τούς στρατιῶτες του. Μετά ἀπό τήν παράκληση τῆς γυναίκας τοῦ ἐπάρχου, ὁ ἅγιος τόν ἀνέστησε, παρά τό φοβερό αὐτό θαῦμα ὅμως, τόν ὁδήγησαν στόν αὐτοκράτορα Τραϊανό. Ἀφοῦ κήρυξε καί πάλι τόν Χριστό, τόν κρέμασαν, τόν ξέσκισαν καί τόν ἔβαλαν μέσα σέ ἕνα λάκκο μέ ἀσβέστη. Τέλος τόν ἔβαλαν σέ ἕνα πολύ καυτό λουτρό, ὅπου ὁ μακάριος παρέδωσε τήν ψυχή του. Μετά τήν κοίμησή του ἐξακολουθεῖ νά ἐπιτελεῖ πολλά θαύματα, ἰδιαιτέρως σέ ὅσους κινδυνεύουν στήν θάλασσα.

Ἀπολυτίκιον

(Ἦχος δ΄ . Ταχύ προκατάλαβε)

Ἐκ βρέφους τοῦ Πνεύματος, ὀφθεῖς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν παρ’ αὐτοῦ δωρεάν, Φωκὰ Ἱερώτατε, ὅθεν ἱερουργήσας, τῷ Σωτήρι ὁσίως, ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἠμῶν.

Μεγαλυνάριον

Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ Ἱερομάρτυς, ἐδείχθης διασώζων, τοὺς προσιόντας σοι.