Δευτέρα 13 Σεπτεμβρίου 2021

ΟΙ ΑΓΙΟΙ ΚΡΟΝΙΔΗΣ, ΛΕΟΝΤΙΟΣ ΚΑΙ ΣΕΡΑΠΙΩΝ

13 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. γ΄ 1-4

    1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν Χριστόν, 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. 3 πλείονος γὰρ δόξης οὗτος παρὰ Μωϋσῆν ἠξίωται, καθ᾿ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 13-19

    13 Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; 14 οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. 15 λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγεται εἶναι; 16 ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. 17 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σάρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. 19 καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΚΡΟΝΙΔΗΣ, ΛΕΟΝΤΙΟΣ ΚΑΙ ΣΕΡΑΠΙΩΝ

    Στίς 13 Σεπτεμβρίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τῶν ἁγίων ἱερομαρτύρων Κρονίδου, Λεοντίου καί Σεραπίωνος. Οἱ ἅγιοι μάρτυρες Λεόντιος καί Σεραπίων ἦταν μαθητές τοῦ εὐσεβοῦς διακόνου Κρονίδη, ὁ ὁποῖος διακονοῦσε στήν πόλη τῆς Ἀλεξάνδρειας. Λόγω τῆς εὐσεβείας τους ἀλλά καί τῆς πίστης τους στόν Κύριο συνελήφθηκαν τόσο οἱ μαθητές ὅσο καί ὁ δάσκαλος Κρονίδης ἀπό τούς εἰδωλολάτρες καί ἀφοῦ ὑπέστησαν σκληρά καί ἀπάνθρωπα βασανιστήρια δέθηκαν χειροπόδαρα, καί ρίφθηκαν στήν θάλασσα καί πνίγηκαν. Ἔτσι οἱ ἀοίδιμοι μάρτυρες Κρονίδης, Λεόντιος καί Σεραπίων ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν τῆς οὐρανίου μακαριότητος. Ἄγγελοι δέ Κυρίου περισυνέλεξαν τά τίμια λείψανά τους καί χριστιανοί τῆς Ἀλεξάνδρειας, μετά ἀπό θεία προσταγή, τά ἐνταφίασαν μέ εὐλάβεια, γιά νά εἶναι γιά αὐτούς πολύτιμος θησαυρός.