Τρίτη 28 Σεπτεμβρίου 2021

Ο ΠΡΟΦΗΤΗΣ ΒΑΡΟΥΧ

28 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. β’ 21-γ’ 7

 21 Οὐκ ἀθετῶ τὴν χάριν τοῦ Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.

γ΄ 1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ’ ὀφθαλμοὺς ᾿Ιησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος; 2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ Πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως; 3 οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε; 4 τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. 5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 6 καθὼς ᾿Αβραὰμ ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ ᾿Αβραάμ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ε’ 12-16

 12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἱδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαι μὲ καθαρίσαι. 13 Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ εἰπών· θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ. 14 Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξε Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. 15 Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ὑπ’ αὐτοῦ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν· 16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΠΡΟΦΗΤΗΣ ΒΑΡΟΥΧ

Στίς 28 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ δικαίου προφήτου Βαρούχ. Ἦταν μαθητής τοῦ μεγάλου προφήτου Ἱερεμίου, τόσο ἀγαπητός ἀπό αὐτόν, ὥστε θεωρεῖτο πνοή καί ἀνάπαυσις τοῦ Ἱερεμίου. Ἦταν σύμψυχοι διότι εἶχαν ἀρχηγό καί ταξίαρχο τό Πανάγιο Πνεῦμα. Ὁ Βαρούχ μίλησε μέ καθαρότερο καί φανερώτερο τρόπο σχετικά μέ τήν ἐνσάρκωση τοῦ δευτέρου προσώπου τῆς Ἁγίας Τριάδος, λέγοντας “Οὗτος ὁ Θεός ἡμῶν οὐ λογισθήσεται ἕτερος πρός αὐτόν… Μετά δέ ταῦτα ἐπί τῆς γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη” (Βαρ. γ΄ 35). Ἔζησε ὅλη του τή ζωή σύμφωνα μέ τό θέλημα τοῦ Θεοῦ καί παρέδωσε σέ αὐτόν εἰρηνικά τήν ψυχή του.

Ἀπολυτίκιον
(
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

Προφητικῆς ἀξιωθείς λαμπηδόνος, Ἱερεμία τῷ κλεινῷ συνεδέθης, καὶ τούτῳ ὁμοδίαιτος ἐγένου σοφέ, ὅθεν προηγόρευσας, θεηγόρῳ σου γλώττῃ, τὴν τοῦ Λόγου κένωσιν, εἰς ἀνάπλασιν κόσμου, ἧς μετασχόντες πίστει ἀληθεῖ, Βαροὺχ Προφῆτα, ἐνθέως τιμῶμέν σε.

Μεγαλυνάριον

Βάρος ἀπορρίψας τὸ χθαμαλόν, βαρύτητι βίου, ἐπτερώθης πρὸς οὐρανόν, Βαροὺχ θεηγόρε· διό σε ὡς Προφήτην, θεόληπτον ὑμνοῦμεν, καὶ μεγαλύνομεν.