ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ι΄ 28 – ια΄ 8
28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. 29 συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; 30 εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῷ; 31 Εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. 32 ἀπρόσκοπτοι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ, 33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
ια΄ 1 Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. 2 Ἐπαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. 4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι κατακαλυπτέσθω. 7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. 8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ις΄ 24-28
24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 25 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. 26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 27 μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. 28 ἀμὴν λέγω ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΦΩΤΙΟΣ ΚΑΙ ΑΝΙΚΗΤΟΣ
Στίς 12 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Φωτίου καί Ἀνικήτου. Ὁ ἅγιος Φώτιος ἦταν ἀνιψιός τοῦ ἁγίου Ἀνικήτου καί ἔζησαν τήν ἐποχή τοῦ αὐτοκράτορα Διοκλητιανοῦ. Ὅταν ὁ Διοκλητιανός πῆγε στήν Νικομήδεια καί μίλησε δημόσια κατά τῶν χριστιανῶν τονίζοντας ὅτι θά ἐξαφανίση ὅλους τούς χριστιανούς ἀπό τήν αὐτoκρατορία, τότε παρουσιάσθηκε ὁ μάρτυς Ἀνίκητος καί τόν ἔλεγξε μέ παρρησία. Γιά αὐτό τόν συνέλαβαν οἱ εἰδωλολάτρες καί τόν κτύπησαν μέ τόση μανία πού φάνηκαν τά κόκκαλά του. Κατόπιν ἐλευθέρωσαν ἕνα ἄγριο λιοντάρι, τό ὁποῖο ὅρμησε μέ μανία κατά τοῦ μάρτυρα, ὅμως χάριτι Θεοῦ ὅταν πλησίασε τόν ἅγιο Ἀνίκητο ἔγινε ἥμερο. Τότε ἕνας φοβερός σεισμός συγκλόνισε τήν Νικομήδεια μέ ἀποτέλεσμα νά σκοτωθοῦν πολλοί ἄνθρωποι καί νά καταστραφῆ τό εἴδωλο τοῦ ἥρωα Ἡρακλῆ. Κατόπιν ὁ αὐτοκράτορας διέταξε νά ἀποκεφαλίσουν τόν ἅγιο, ἡ χάρις τοῦ Θεοῦ ὅμως ἀκινητοποίησε τόν δήμιο. Ἔπειτα ἔδεσαν τόν μάρτυρα σέ ἕνα τροχό, ὁ ὁποῖος γύριζε πάνω ἀπό μία τεράστια φωτιά· ἡ χάρις τοῦ Θεοῦ ὅμως ἐλευθέρωσε τόν ἅγιο καί ἔσβησε τήν φωτιά. Τότε ὁ ἅγιος Φώτιος ἔτρεξε κοντά στόν θεῖο του, ὅμως οἱ δήμιοι τούς συνέλαβαν καί τούς ὑπέβαλαν σέ φοβερά βασανιστήρια, ἀλλά καί πάλι ἡ χάρις τοῦ Θεοῦ διαφύλαξε τούς ἁγίους. Μετά ἀπό τρία χρόνια καθημερινῶν βασανιστηρίων οἱ δοῦλοι τοῦ Θεοῦ Ἀνίκητος καί Φώτιος ὁδηγήθηκαν σέ ἕνα πυρωμένο λουτρό, ὅπου καί πάλι ἔμειναν ἀβλαβεῖς. Τέλος ὁ δυσσεβής Διοκλητιανός τούς ἔριξε σέ μία κάμινο· ἐκεῖ ἀφοῦ προσευχήθηκαν παρέδωσαν τίς ψυχές τους στόν Κύριο καί ἔλαβαν τούς στεφάνους τοῦ μαρτυρίου. Ἡ παράδοση ἀναφέρει ὅτι ὅταν οἱ εἰδωλολάτρες συνέλεξαν τά σώματά τους αὐτά ἦταν ἀκέραια καί μάλιστα οὔτε οἱ τρίχες τῆς κεφαλῆς τους δέν εἶχαν καεῖ ἀπό τήν φωτιά.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Θείας πίστεως, τῇ συμφωνίᾳ, τήν οἰκείωσιν, τῆς συγγενείας, δι᾽ ἀγώνων ἱερῶν ἐλαμπρύνατε, θεομακάριστε Μάρτυς Ἀνίκητε, σύν τῷ Φωτίῳ, φωτός τῷ θεράποντι. Ἀλλ᾽αἰτήσασθε, δοθῆναι πταισμάτων ἄφεσιν, τοῖς μέλπουσιν ὑμῶν, τήν θείαν ἄθλησιν.
Μεγαλυνάριον
Ἀνίκητος ὤφθης καί ἀρραγής, Ἀνίκητε μάκαρ, ἐν ἀγῶσιν ἀθλητικοῖς· πλήρης δέ ἀΰλου, φωτός Φώτιε Μάρτυς, διό καί ἐπαξίως, ἐθαυμαστώθητε.