Τετάρτη 11 Αυγούστου 2021

Ο ΑΓΙΟΣ ΝΗΦΩΝ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

 11 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ι΄ 12-23

    12 Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. 13 πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. 14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας. 15 ὡς φρονίμοις λέγω· κρίνατε ὑμεῖς ὅ φημι. 16 τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν; 17 ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν. 18 βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί; 19 τί οὖν φημί; ὅτι εἴδωλόν τί ἐστιν; ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν; 20 ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι. 21 οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων. 22 ἢ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν; 23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ις΄ 20-24

    20 Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Ἰησοῦς ὁ Χριστός. 21 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτη ἡμέρᾳ ἐγερθῆναι. 22 καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. 23 ὁ δὲ στραφεὶς εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 24 Τότε ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΝΗΦΩΝ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

    Στίς 11 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Νήφωνος Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Ὁ ἅγιος Νήφων καταγόταν ἀπό τήν Πελοπόννησο, ἀπό γονεῖς εὐσεβεῖς καί πλουσίους. Ἀφοῦ ἀπόκτησε τήν ἐγκύκλια μόρφωση, ἔγινε μοναχός στήν Ἐπίδαυρο, μέ τό ὄνομα Νήφων, κοντά σέ κάποιον μοναχό Ἀντώνιο. Ὅταν κοιμήθηκε ὁ Ἀντώνιος ἐπισκέφθηκε τίς Μονές τοῦ Ἁγίου Ὄρους, ὅπου κατέληξε στήν Μονή Διονυσίου. Ἐκεῖ χειροτονήθηκε ἱερέας καί ἀφιερώθηκε στήν ἄσκηση καί στήν προσευχή. Ἐπειδή προέκοψε στήν ἀρετή ἀνακηρύχθηκε Ἀρχιεπίσκοπος Θεσσαλονίκης καί διέπρεψε τόσο πολύ, ὥστε μετά τήν κοίμηση τοῦ Πατριάρχη Κωνσταντινουπόλεως ἀνέλαβε αὐτός τόν πατριαρχικό θρόνο, ὅπου διακρίθηκε γιά τόν ἐλεγκτικό καί διδακτικό του λόγο καί τίς ἀρετές του. Ὅμως ὁ ἐχθρός τῆς ἀληθείας κατάφερε νά τόν ἀπομακρύνη δύο φορές ἀπό τόν πατριαρχικό θρόνο καί ἔτσι κατέφυγε στήν Δακία, ὅπου ὀργάνωσε τήν ἐκεῖ Ἐκκλησία, ὅμως ὑπέπεσε καί πάλι σέ δυσμένεια, τήν ὁποία ὑπέμεινε μέ μεγάλη καρτερία. Κατόπιν κατέφυγε στήν Μονή Διονυσίου, στό Ἅγιο Ὄρος, χωρίς νά ἀποκαλύψη τήν ταυτότητά του· ἐκεῖ ἀρχικά τόν διόρισαν ἐπιστάτη τῶν ζώων τῆς μονῆς, μέχρι πού τελικά τόν ἀναγνώρισαν καί τοῦ ἐπανέδωσαν τίς πρέπουσες τιμές του. Μετά τήν ἀναχώρησή του ἀπό τήν Δακία ξέσπασε ξηρασία καί λιμός, ὁ δέ ἡγεμόνας πού τόν κατέτρεξε ἀρρώστησε ἀπό λέπρα, γι’ αὐτό προσπάθησαν, ἀνεπιτυχῶς, νά τόν ἐπαναφέρουν. Τό 1502 τοῦ προτάθηκε νά ἀναλάβη γιά τρίτη φορά τήν θέση τοῦ Πατριάρχη, τήν ὁποία ἀρνήθηκε καί ἀποσύρθηκε στήν Μονή Διονυσίου, ὅπου κοιμήθηκε ἐν Κυρίῳ τό 1508.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Θείας πίστεως.)

Ἔργοις ἔλαμψας, τῆς εὐσέβειας, πᾶσαν ηὔγασας, τὴν Ἐκκλησίαν, τῆς ταπεινώσεως τρόποις ὑψούμενος, ἀσκητικῶς δοξασθεῖς γὰρ ἐν Ἄθωνι, Πατριαρχῶν καλλονὴ ἐχρημάτισας. Νήφων ἔνδοξε, θείων χαρίτων ἔμπλησον, τοὺς πίστει καὶ πόθω σὲ μεγαλώνοντας.

Μεγαλυνάριον

Χαίροις Βυζαντίου θεῖος ποιμήν· χαίροις Ὄρους Ἄθω, καὶ Δακίας λαμπρὸς φωστήρ, καὶ Μονῆς Προδρόμου, ἀγλάϊσμα καὶ γέρας, Πατριαρχῶν ἡ δόξα, Νήφων Πατὴρ ἡμῶν.