ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. η΄ 2-13
2 Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3 τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα· 5 οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος. 6 τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη· διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· 7 ῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται· 8 οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται.
9 ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ᾿ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 16-22
16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΚΥΡΙΑΚΗ
Στίς 7 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς Ἁγίας μεγαλομάρτυρος Κυριακῆς. Ἡ ἁγία Κυριακή ἔζησε στούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς της, Δωρόθεος καί Εὐσέβεια, ἐπειδή ἦσαν ἄτεκνοι παρακαλοῦσαν τόν Θεό νά τοὺς χαρίση παιδί, τό ὁποῖο θά τοῦ τό ἀφιέρωναν. Καί ὁ Θεός ἄκουσε τίς προσευχές τους καί τούς χάρισε ἕνα κορίτσι, τό ὁποῖο ὀνόμασαν Κυριακή, διότι ἦταν Κυριακή ἡ ἡμέρα πού γεννήθηκε. Τήν ἀνέθρεψαν μέ νουθεσία Κυρίου, ἀφοῦ ἐπρόκειτο νά τήν ἀφιερώσουν στόν Θεό. Ὅταν ὁ Διοκλητιανός ξεκίνησε τόν διωγμό κατά τῶν χριστιανῶν τούς μέν γονεῖς της ἔστειλαν στόν Δοῦκα Ἰοῦστο, στήν μικρά Ἀρμενία, γιά νά τούς ἀνακρίνη, τήν δέ ἁγία στήν Νικομήδεια, στόν Καίσαρα Μαξιμιανό. Αὐτός ἐπειδή δέν μπόρεσε νά τήν μεταπείση, παρά τούς βασανισμούς πού τήν ὑπέβαλε, τήν ἔστειλε στόν ἄρχοντα Ἱλαριανό στήν Βιθυνία, ὁ ὁποῖος, ἀφοῦ τήν ἀνέκρινε, τήν ὁδήγησε σέ ἕνα εἰδωλολατρικό ναό. Ἐκεῖ μετὰ τὴν προσευχὴ τῆς Ἁγίας Κυριακῆς ἔγινε μεγάλος σεισμός, πού κατέστρεψε τά εἴδωλα. Κατόπιν ἔπεσε μία ἀστραπή καί κατέκαψε τό πρόσωπο τοῦ ἄρχοντα, ὁ ὁποῖος σκοτώθηκε κρημνιζόμενος ἀπό τόν θρόνο του. Ἔπειτα ἔρριξαν τήν ἁγία σέ μία τεράστια φωτία, χάριτι Θεοῦ ὅμως, μολονότι ὁ οὐρανός ἦταν καθαρός ἐμφανίσθηκε ἕνα σύννεφο πού ἔφερε βροχή καί ἔτσι ἔμεινε ἡ ἁγία ἀβλαβής. Μετά τήν ἔρριξαν μέσα σέ θηρία, τά ὁποῖα ὡς ἄκακα ἀρνία στριφογύριζαν γύρω ἀπό τά πόδια της· βλέποντας οἱ εἰδωλολάτρες τότε τό γεγονός πίστεψαν στόν Χριστό. Τέλος, ἀφοῦ τήν φυλάκισαν, τήν ὁδήγησαν σέ ἀποκεφαλισμό καί ἔτσι ἡ ἁγία Κυριακή, ἀφοῦ προσευχήθηκε καί νουθέτησε τούς παρευρισκόμενους χριστιανούς, ξάπλωσε στήν γῆ καί παρέδωσε τό πνεῦμα της στόν Κύριο. Βλέποντες οἱ δήμιοι τά μεγαλεῖα τοῦ Θεοῦ τῶν χριστιανῶν τόν ἐδόξασαν καί κήρυξαν τήν παντοδυναμία του.
Ἀπολυτίκιον
(Ἦχος δ’. Ταχὺ προκατάλαβε.)
Ὡς βρύσις πολύκρουνος παρθενομάρτυς Χριστοῦ, κατήρδευσας πάνσοφε τήν Ἐκκλησίαν αὐτοῦ, καί ἤθλησας ἄριστα. ἔσωσας τούς ἐν σκότει τῆς εἰδωλομανίας, αἴγλῃ τῶν σῶν θαυμάτων, Κυριακή ἀθλοφόρε, διό ἐν παρρησίᾳ Χριστῷ πρέσβευε σωθῆναι ἡμᾶς.
Μεγαλυνάριον
Κύριον ποθοῦσα Κυριακή, τόν ὡραῖον κάλλει, παρά πάντας τούς γηγενεῖς, τούτῳ ἐνυμφεύθης, ἀθλητικοῖς ἀγῶσιν, ὡς Μάρτυς ἀθληφόρος ἡ καλλιπάρθενος.