Τρίτη 6 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΑΣΤΕΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΔΥΡΡΑΧΙΟΥ

 6 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ζ΄ 14 – η΄ 2

     14 Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. 15 ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ᾿ ὃ μισῶ τοῦτο ποιῶ. 16 εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός. 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18 οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾿ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω· 19 οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾿ ὃ οὐ θέλω κακὸν τοῦτο πράσσω. 20 εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾿ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21 εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; 25 εὐχαριστῷ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοΐ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.

     η΄ 1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.

 

  ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ι΄ 9-15

    9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 11 εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· εἰρήνη τῷ οἴκῳ τούτῳ. 13 ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΑΣΤΕΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΔΥΡΡΑΧΙΟΥ

    Στίς 6 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἀστείου, Ἐπισκόπου Δυρραχίου. Ὁ ἅγιος Ἀστεῖος ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Τραϊανοῦ καί τοῦ ἡγεμόνα Ἀγρικολάου. Συνελήφθηκε ἀπό τούς εἰδωλολάτρες τῆς πόλης τοῦ Δυρραχίου γιά τήν πίστη του στόν Χριστό καί ἐπειδή δέν πείσθηκε νά θυσιάση στά εἴδωλα, ὁδηγήθηκε στόν Ἀγρικόλαο, ὁ ὁποῖος διέταξε νά τόν κτυπήσουν ἀνελέητα μέ χεῖρες μολύβδινες καί μέ νεῦρα ἀπό βόδια. Ἐπειδή ὁ δοῦλος τοῦ Χριστοῦ ὑπέμεινε μέ μεγάλη παρρησία καί αὐταπάρνηση τό μαρτύριο, οἱ εἰδωλολάτρες τόν ἄλειψαν μέ μέλι καί ἀφοῦ τόν κάρφωσαν σέ ἕνα ξύλινο σταυρό τόν ὕψωσαν κοντά στό τεῖχος τῆς πόλης. Ἐπειδή ὅμως ἦταν καλοκαίρι καί ὁ ἥλιος ἔκαιε, τό μαρτύριο του ἦταν ἀνυπόφορο, διότι σφῆκες, μέλισσες καί μύγες τοῦ προκαλοῦσαν ἀφόρητους πόνους μέ τά τσιμπήματα. Ἔτσι ὁ ἀοίδιμος Ἀστεῖος παρέδωσε τό πνεῦμα του στόν Θεό καί ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)

Στερρότατον φρόνημα, ἀνειλημμένος σοφέ ὁπλίτα στερρόψυχε, καί Δυρραχίου ποιμήν, πανένδοξε Ἄστιε, θράσος Ἀγρικολάου κατεπάτησας ὄντως χαίρων δέ ἀνεδέξω σταυρωθῆναι ἐν ξύλῳ· δι’ ὅ καί τό βραβεῖον τῆς νίκης ἀπείληφας.

Μεγαλυνάριον

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, ᾄσμασιν ἐνθέοις, Ἱεράρχην θεοπρεπῆ, τόν τοῦ Δυρραχίου θερμότατον προστάτην τόν Ἄστιον τόν θεῖον ἱερομάρτυρα.