Τετάρτη 28 Ιουλίου 2021

ΟΙ ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΡΟΧΟΡΟΣ, ΝΙΚΑΝΩΡ, ΤΙΜΩΝ ΚΑΙ ΠΑΡΜΕΝΑΣ

 28 Ἰουλίου 

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Πρξ. ς΄ 1-7 

     1 Ἐν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. 2 προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. 3 ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· 4 ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. 

5 καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, 6 οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. 7 καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει. 

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

Μτθ. ιγ΄ 31-36 

     31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ· 32 ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον πάντων τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. 33 ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. 34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς, 35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. 36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 ΟΙ ΑΓΙΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΡΟΧΟΡΟΣ, ΝΙΚΑΝΩΡ, ΤΙΜΩΝ ΚΑΙ ΠΑΡΜΕΝΑΣ 

      Οἱ ἅγιοι Ἀπόστολοι Πρόχορος, Νικάνωρ, Τίμων καί Παρμενᾶς ἦταν μαθητές τῶν δώδεκα Ἀποστόλων, ἀνῆκαν στόν κύκλο τῶν ἑβδομήκοντα καί ἦταν συνδιάκονοι τοῦ Πρωτομάρτυρος Στεφάνου. Ἀφότου σταμάτησε νά διακονεῖ θεαρέστως τίς χῆρες καί τούς πτωχούς στήν Ἱερουσαλήμ, ὁ Πρόχορος συνόδευσε τόν Ἅγιο Ἰωάννη τόν Θεολόγο στό κήρυγμα τοῦ Εὐαγγελίου,  βοηθώντας τον μάλιστα στήν συγγραφή τοῦ κατά Ἰωάννη Εὐαγγελίου καί συνέπασχε μαζί του στούς πειρασμούς καί τίς θλίψεις του. Μετά τήν μετάσταση τοῦ Ἁγίου Ἰωάννη ἔγινε ἐπίσκοπος Νικομηδείας καί ὠφέλησε πολύ τούς κατοίκους τῆς περιοχῆς, διδάσκοντάς τους νά μήν ὑποδουλώνουν τήν ψυχή στό σῶμα καί τά πάθη του.  

    Ὁ ἅγιος Νικάνωρ έκοιμήθη τήν ἴδια ἡμέρα πού λιθοβολήθηκε ὁ ἅγιος πρωτομάρτυρας Στέφανος, ὁ ἅγιος Παρμενᾶς διακόνησε καί ὑπηρέτησε θεοφιλῶς τίς ἀνάγκες τῶν ἁγίων, ἐκοιμήθη εἰρηνικά καί κηδεύθηκε ἀπό τούς ἁγίους Ἀποστόλους. Ὁ δέ ἄγιος Τίμων διακόνησε ὅπως καί οἱ ἀλλοι τούς ἀδελφούς, χειροτονήθηκε ἐπίσκοπος στήν Βόστρα τῆς Ἀραβίας, ὅπου μετέστρεψε πολλούς στήν χριστιανική πίστη. Βασανίστηκε ἀπό τούς εἰδωλολάτρες καί τέλος παρέδωσε τήν ψυχή του κατακαιόμενος στήν πυρά. 

  Ἀπολυτίκιον 

(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.) 

 Ὡς θεῖοι συνέκδημοι, τῶν Ἀποστόλων Χριστοῦ, θεόθεν ἐκρίθητε διακονεῖν εὐσεβῶς, τῷ θείῳ πληρώματι, Πρόχορε θεηγόρε, σὺν Νικάνορι ἅμα, Τίμων ὁ θεοκήρυξ. Παρμενᾶς τε ὁ θεῖος, πρεσβεύοντες τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.  

 Μεγαλυνάριον 

 Ἡ τῶν Ἀποστόλων θεία τετράς, Πρόχορε, Νικάνορ, καί σύν Τίμωνι Παρμενᾶ, ὡς τῆς εύσεβείας, διάκονοι καί μύσται, μυσταγωγεῖν τά κρείττω ἡμᾶς μή παύσησθε.