Κυριακή 18 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΥΑΚΙΝΘΟΣ

 18 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Τιτ. γ΄ 8-15

    8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 14-19

    14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΥΑΚΙΝΘΟΣ

    Στίς 18 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου. Ὁ ἅγιος Ὑάκινθος γεννήθηκε ἀπό γονεῖς εὐσεβεῖς καί καταγόταν ἀπό τήν περιοχή τῆς Ἀμάστριδος τῆς Μαύρης θάλασσας. Ἦταν τόση ἡ καθαρότητα τῆς ψυχῆς του, πού σέ ἡλικία τριῶν χρόνων ἀνέστησε ἕνα νεκρό παιδί μέ τήν ἐπίκληση τοῦ ὀνόματος τοῦ Χριστοῦ. Ὅσο δέ αὔξανε στήν ἡλικία τόσο αὔξανε καί κατά τήν πνευματική ἡλικία, στολιζόμενος μέ ὅλες τίς θεῖες ἀρετές. Κάποτε σέ μεγάλη ἡλικία, ὁ ἅγιος Ὑάκινθος εἶδε τούς εἰδωλολάτρες νά προσκυνοῦν ἕνα δένδρο τῆς πτελιᾶς καί κινούμενος ἀπό θεῖο ζῆλο πῆγε καί τό ἔκοψε. Γιά τόν λόγο αὐτό τόν συνέλαβαν καί τόν ὁδήγησαν στόν ἡγεμόνα καί στούς ἄρχοντες τῆς πόλεως, οἱ ὁποῖοι τόν καταδίκασαν καί ἀφοῦ τόν ἔδειραν ἀνηλεῶς, τοῦ ξερίζωσαν τά δόντια. Κατόπιν τόν ἔδεσαν καί τόν πλήγωναν μέ μυτερά καλάμια, ὥστε τόν γέμισαν μέ πληγές καί τέλος τόν ἔβαλαν στήν φυλακή, ὅπου ὁ ἀοίδιμος Ὑάκινθος παρέδωσε τήν ἁγία ψυχή του στά χέρια τοῦ ἀγωνοθέτη Κυρίου.