Πέμπτη 29 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ

29 Ἰουλίου 

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Α΄ Κορ. γ΄ 18-23 

     18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. 19 ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. 20 καὶ πάλιν· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. 21 ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, 22 εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα, πάντα ὑμῶν ἐστιν, 23 ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ Θεοῦ. 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 

 Μτθ. ιγ΄ 36-43 

     36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου· 38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσι οἱ υἱοὶ τοῦ πονηροῦ· 39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. 41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 

 Ο ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ 

     Στίς 29  Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου μάρτυρος Καλλινίκου. Ὁ ἅγιος Καλλίνικος καταγόταν ἀπό τήν Κιλικία τῆς Μικρᾶς Ἀσίας καί ἦταν ἄνθρωπος ἄδολος καί μέ φόβο Θεοῦ, εἶχε δέ ὡς διακόνημα νά κηρύττη τόν λόγο τοῦ Θεοῦ καί νά προσελκύη τούς εἰδωλολάτρες στήν εὐσέβεια καί στήν πίστη στόν ἀληθινό Θεό. Γιά τόν λόγο αὐτό συνελήφθηκε ἀπό τόν εἰδωλολάτρη ἡγεμόνα καί ἐπειδή δέν πείσθηκε νά προσκυνήση τά ἄψυχα εἴδωλα, βασανίσθηκε σκληρά· ὅμως ὁ ἅγιος δεχόταν τά βάσανα μέ γενναιότητα καί πίστη στό πρόσωπο τοῦ Χριστοῦ. Βλέποντας ὁ ἡγεμόνας τήν ἀμετακίνητη πίστη του διέταξε τούς στρατιῶτες νά φορέσουν στόν ἅγιο Καλλίνικο σιδερένια ὑποδήματα, τά ὁποῖα εἶχαν καρφιά καί τόν διέταξε νά τρέχη μπροστά ἀπό ἄλογα ἕως τήν πόλη Γάγγρα, ἀπόσταση δέκα μιλίων, γιά νά μπήγωνται βαθύτερα τά καρφιά καί ἔτσι νά προκαλοῦν φρικτούς πόνους στόν ἅγιο. Ὁ ἅγιος Καλλίνικος ὅμως ὑπόμενε μέ ἀνδρεία τό βασανιστήριο δοξάζοντας τόν Κύριο. Ἐπειδή ὅμως οἱ στρατιῶτες πού συνόδευαν τόν ἅγιο λόγω τοῦ καύσωνος καί τῆς ἔλλειψης νεροῦ δέν μποροῦσαν νά προχωρήσουν ὁ ἅγιος Καλλίνικός μέ τήν βοήθεια τοῦ Θεοῦ, ἀφοῦ προσευχήθηκε ἐξέβαλε νερό ἀπό μία πέτρα καί ἔτσι οἱ στρατιῶτες, ἀφοῦ ξεδίψασαν προχώρησαν στόν προορισμό τους. Ὅταν ἔφθασαν στήν Γάγγρα οἱ ὑπερέτες τοῦ ἡγεμόνα ἄναψαν ἕνα καμίνι καί μόλις ὑπερθερμάνθηκε ἔριξαν μέσα τόν ἅγιο Καλλίνικο. Ὁ ἀοίδιμος Καλλίνικος, ἀφοῦ εὐχαρίστησε τόν Θεό πού τόν ἀξίωσε νά τελειώση καλῶς τόν ἀγώνα τῆς ἀθλήσεως, παρέδωσε τήν ψυχή του καί ἀξιώθηκε ἔτσι τῆς οὐρανίου μακαριότητος.      

 Ἀπολυτίκιον 
(Ἦχος γ΄. Θείας πίστεως.) 

   Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκην κάλλιστον, ἦρας ἐν ἄθλοις, καταλλήλως γεγονώς ὅ προσκέκλησαι· σύ γάρ καλῶς τόν ἀγῶνα τελέσας σου, ὡς νικητής ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.  

 Μεγαλυνάριον 

 Ἄνθραξι τῶν λόγων σου τῶν σοφῶν, ὕλην ἀσεβείας καταφλέξας ἀθλητικώς, ὡς τερπνή θυσία, διά πυρός προσήχθης, Καλλίνικε παμμάκαρ, τῷ ἀθλοθέτῃ σου.