Παρασκευή 9 Ιουλίου 2021

Ο ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

 9 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. θ΄ 6-19

    6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ, 7 οὐδ᾿ ὅτι εἰσὶ σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλ᾿ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· 8 τοῦτ᾿ ἔστιν οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9 ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. 10 οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· 11 μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾿ ἐκλογὴν τοῦ Θεοῦ πρόθεσις μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾿ ἐκ τοῦ καλοῦντος, 12 ἐῤῥέθη αὐτῇ ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, 13 καθὼς γέγραπται· τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. 14 Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ Θεῷ; μὴ γένοιτο. 

15 τῷ γὰρ Μωϋσῇ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. 16 ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. 17 λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δυναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. 18 ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. 19 Ἐρεῖς οὖν μοι· τί ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ι΄ 32-36, ια΄ 1

   32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. 35 ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΠΑΓΚΡΑΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΤΑΥΡΟΜΕΝΙΑΣ

Στίς 9 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ Ἱερομάρτυρος Παγκρατίου, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἀντιόχεια καὶ ἔζησε τὸν 1ο αἰώνα. Ἔχοντας ἀποστολικὸ ζῆλο καί ἀφοῦ ἀπαλλάχθηκε ἀπὸ ὅλα τὰ περιουσιακά του στοιχεῖα, μέ ἐντολὴ τοῦ Ἀποστόλου Πέτρου πῆγε στὴ Σικελία. «Ἐν Ταυρομενίῳ τῆς Σικελίας ὁ Παγκράτιος, διδάξας μετὰ δυνάμεως, πολλὰ δὲ θαύματα ἐνεργήσας, εἵλκυσε πρὸς τὴν χριστιανικὴν πίστιν πολλοὺς ἐκ τοῦ λαοῦ καὶ τῶν ἐπισήμων, ἀκόμη δὲ καὶ αὐτὸν τὸν ἡγεμόνα τῆς νήσου Βονιφάτιον. Οὕτω, ὑπὸ τὴν κοινὴν ἀπαίτησιν, ἔστερξε νὰ ἀναδεχθῇ τὴν ἐπισκοπὴν Ταυρομενίου», μᾶς πληροφορεῖ ὁ Συναξαριστής. Τὸ σπουδαῖο φιλανθρωπικὸ ἔργο τοῦ Παγκρατίου ἐνοχλοῦσε τοὺς Ἰουδαίους καὶ τοὺς εἰδωλολάτρες, οἱ ὁποῖοι μία ἡμέρα τοῦ ἐπετέθησαν στὸ δρόμο καὶ «τὸν ἐφόνευσαν μὲ λίθους καὶ μαχαίρας».
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου ἀναφέρει:
«Κράτος ἔνθεον, ἠμφιεσμένος, ἐκ τῆς χάριτος, τοῦ Κορυφαίου, Ἀποστόλων ζηλωτὴς ἐχρημάτισας· καὶ ταῖς ῥοαῖς τῶν αἱμάτων, Παγκράτιε, τὴν ἱερὰν διπλοΐδα ἐφοίνιξας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος».
Πρωτ. Δ.Δ.Τ.

Μεγαλυνάριον

Κράτει Παντοκράτορος κραταιῷ, δαιμόνων τό κράτος, ἐξενεύρισας ἰσχυρῶς, καί θαυμάτων, κράτει, κρατήσας τῶν ἐν πλάνῃ, Παγκράτιε ἐν κράτει Μαρτύρων ἔστεψας.