Τετάρτη 9 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

9 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ιη΄ 22-28

     22 Καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν, 23 καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. 24 Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26 οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ. 27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. 28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ιβ΄ 36-47

      36 Ἔως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, καὶ ἀπελθὼν ἐκρύβη ἀπ᾿ αὐτῶν. 37 Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευον εἰς αὐτόν, 38 ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπε· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; 39 διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν, ὅτι πάλιν εἶπεν Ἡσαΐας· 40 τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ πεπώρωκεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσι τῇ καρδίᾳ καὶ ἐπιστραφῶσι, καὶ ἰάσομαι αὐτούς. 41 ταῦτα εἶπεν Ἡσαΐας ὅτε εἶδε τὴν δόξαν αὐτοῦ καὶ ἐλάλησε περὶ αὐτοῦ. 42 ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· 43 ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἤπερ τὴν δόξαν τοῦ Θεοῦ. 44 Ἰησοῦς δὲ ἔκραξε καὶ εἶπεν· ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ᾿ εἰς τὸν πέμψαντά με, 45 καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με. 46 ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. 47 καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων καὶ μὴ πιστεύσῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ᾿ ἵνα σώσω τὸν κόσμον.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΚΥΡΙΛΛΟΣ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

    Στίς 9 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Ὁ ἅγιος Κύριλλος ἔζησε στούς χρόνους τοῦ βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καταγόταν ἀπό λαμπρή ἀλεξανδρινή οἰκογένεια καί ἦταν ἀνεψιός τοῦ Θεοφίλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Σέ νεαρή ἡλικία ἔλαβε μεγάλη θεολογική μόρφωση, κατόπιν ἐργάσθηκε κοντά στόν θεῖο του Θεόφιλο, τόν ὁποῖο σεβόταν καί ἐκτιμοῦσε ἀπεριόριστα. Ἔγινε διάκονος καί πρεσβύτερος καί ὑπῆρξε ἄριστος ἑρμηνευτής καί κήρυκας τῶν Γραφῶν. Ὅταν πέθανε ὁ Θεόφιλος τόν διαδέχθηκε στόν ἐπισκοπικό θρόνο τῆς Ἀλεξανδρείας. Ἔλαβε μέρος στήν τρίτη Οἰκουμενικη Σύνοδο, ἡ ὁποία πραγματοποιήθηκε στήν Ἔφεσο τό 431 καί συγκλήθηκε ἀπό τόν Θεοδόσιο Β΄. Ὑπῆρξε πρόεδρός της καί συντέλεσε νά καταδικασθῆ ὁ Νεστόριος, ὁ ὁποῖος δογμάτιζε πολλά κακόδοξα κατά τῆς Δεσποίνης ἡμῶν Θεοτόκου, τήν ὁποία ἀποκαλοῦσε Χριστοτόκο, ἐπειδή ἀρνιόταν τήν θεότητα τοῦ Κυρίου. Ὁ ἅγιος Κύριλλος θεωρεῖται ἕνας ἀπό τούς μεγαλυτέρους διδασκάλους τῆς Ἐκκλησίας, παρέδωσε πλούσιο καί σπουδαῖο συγγραφικό ἔργο, ἐργάσθηκε γιά τήν εἰρήνη τῆς Ἐκκλησίας, συνέβαλε ἀποφασιστικά στήν καταπολέμηση τῶν αἱρέσεων πού τάραζαν τήν περίοδο ἐκείνη τήν Ἐκκλησία καί κοιμήθηκε ἐν Κυρίῳ τό 444, ἀφοῦ πατριάρχευσε γιά τριάντα δύο περίπου χρόνια.

 Ἀπολυτίκιον

(Ἦχος δ΄. Ταχὺ προκατάλαβε.)

Ὡς κῦρος οὐράνιον θεολογία ἡ σή, βραβεύει ἐν πνεύματι τῇ ἐκκλησίᾳ Χριστοῦ τὴν χάριν τὴν ἔνθεον· σὺ γὰρ καθυπογράψας τῆς Τριάδος τὴν δόξαν, μύστης τῆς Θεοτόκου καὶ ὑπέρμαχος ὤφθης, παρ’ ἧς λαμπρῶς ἐδοξάσθης, ἱεράρχα Κύριλλε.

Μεγαλυνάριον

Ρήτωρ εὐσεβείας ἀναδειχθείς, δογμάτων τόν λόγον, θεηγόρως διατρανοῖς, καί τήν τοῦ Σωτῆρος, πανάφθορον Μητέρα, κηρύττεις Θεοτόκον πάνσοφε Κύριλλε.