Παρασκευή 4 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΜΗΤΡΟΦΑΝΗΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

 4 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ζ΄ 26 – η΄ 2

     26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, 27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.

     η΄ 1 Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, 2 τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ι΄ 1-9

    1 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· 2 ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. 3 τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. 4 καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· 5 ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. 6 Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. 7 Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. 8 πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. 9 ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΜΗΤΡΟΦΑΝΗΣ ΠΑΤΡΙΑΡΧΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Στίς 4 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου Μητροφάνους, ὁ ὁποῖος ἔζησε τόν 4ο αἰώνα μ.Χ. Ὁ Συναξαριστής μᾶς πληροφορεῖ: Ὁ Μητροφάνης «ἤκμασε ἐπί τοῦ Κωνσταντίνου τοῦ Μεγάλου καί ὅτε οὗτος κατέστησε πρωτεύουσαν τοῦ ἀνατολικοῦ Ρωμαϊκοῦ κράτους τήν Κωνσταντινούπολιν. Εὑρέθη ὁ πρῶτος τῆς βασιλευούσης ταύτης ἐπίσκοπος, ὅτε, τόν Μάϊον τοῦ 325, συνεκροτήθη ἡ ἐν Νικαίᾳ Α´ Οἰκουμενική Σύνοδος». Ὁ ἴδιος δέν μπόρεσε νά παραστεῖ αὐτοπροσώπως λόγῳ γήρατος καί ἀσθενείας. Ἐπί τῶν ἡμερῶν τοῦ Μητροφάνους θεμελιώθηκαν μεγάλες οἰκοδομές καί ἱεροί ναοί στήν Πρωτεύουσα. Ἐκοιμήθη τό 327.
Τό κοντάκιο τοῦ ἁγίου ἀναφέρει:«Τόν Ἱεράρχην τοῦ Χριστοῦ Μητροφάνην, τῆς Ἐκκλησίας τόν φωσφόρον λαμπτῆρα, τόν ὁμοούσιον Λόγον τῷ Πατρί, ἐν μέσῳ κηρύξαντα, θεοφόρων Πατέρων, καί θρόνον κοσμήσαντα, Βασιλίδος ἐν πρώτοις, καί προφητείας Χάριν ἐκ Θεοῦ, σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν».
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον
(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)

Ἀρετών ταῖς ἀκτίσι καταλαμπόμενος, Πατριαρχῶν ἀνεδείχθης γέρας καί θεία κρηπίς, ὡς Χριστού μυσταγωγός Πάτερ Μητρόφανες, ἀπό δέ θρόνου ὑψηλοῦ, τῇ Ἐκκλησίᾳ δαδουχείς, τό φέγγος τῆς εὐσεβείας. Καί νῦν ἀπαύστως δυσώπει, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Μεγαλυνάριον

Χαίροις τῶν Πατέρων ἡ καλλονή, χαίροις τῶν Ὁσίων, κανών θεῖον ἐν ἀρετῇ. Χαίροις Ἐκκλησίας, ὠράϊσμα καί κλέος, βάθρον Πατριαρχείας Πάτερ Μητρόφανες.