Παρασκευή 25 Ιουνίου 2021

Η ΟΣΙΟΜΑΡΤΥΣ ΦΕΒΡΩΝΙΑ

25 Ἰουνίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. β΄ 14-28

     14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων- 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, 18 καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.

 21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24 τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. 25 περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ε΄ 33-41

    33 Πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ. 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. 37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. 38 Ἠκούσατε ὅτι ἐῤῥέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΟΣΙΟΜΑΡΤΥΣ ΦΕΒΡΩΝΙΑ

    Στίς 25 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ὁσιομάρτυρος Φεβρωνίας, ἡ ὁποία ἔζησε τὸν 3ο αἰώνα. Ἀπὸ νεαρὴ ἡλικία ἀκολούθησε τὸ μοναχικὸ βίο καὶ ἡ πρόοδός της στὰ πνευματικὰ ἦταν γνωστὴ ὄχι μόνο στὸ μοναστήρι της ἀλλὰ καὶ εὐρύτερα. Τὴν ἐποχὴ ἐκείνη εἶχε ξεσπάσει νέος διωγμὸς ἐναντίον τῶν χριστιανῶν, ὁ ὁποῖος ἐπηρέασε καὶ τὶς μονάζουσες. Γιὰ λόγους ἀσφαλείας οἱ ἀδελφὲς τοῦ μοναστηριοῦ σκορπίστηκαν καὶ μόνο ἡ ἡγουμένη μὲ τὴ Φεβρωνία καὶ μιὰ ἄλλη μοναχὴ παρέμειναν στὴ θέση τους. Ὅταν οἱ στρατιῶτες πῆγαν στὸ μοναστήρι, συνέλαβαν τὴ Φεβρωνία καὶ τὴν ὁδήγησαν στὸν ἀρχηγό τους, ὁ ὁποῖος προσπάθησε νὰ τὴν ἐπηρεάσει καὶ νὰ τὴν πείσει νὰ γίνει σύζυγος τοῦ ἀνεψιοῦ του Λυσιμάχου. Ἡ προσπάθειά του ἀπέτυχε καὶ ἄρχισαν τὰ βασανιστήρια, ποὺ κατέληξαν στὸν διὰ ξίφους θάνατον.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

(Ἦχος γ΄. Τήν ὠραιότητα.)

Ὡς τῆς ἀσκήσεως, ρόδον ἡδύπνευστον, ὀσμὴν ἀθλήσεως, τῷ κόσμῳ ἔπνευσας, εἰς ὀσμὴν μύρων τοῦ Χριστοῦ δραμοῦσα ἀσχέτῳ πόθῳ· ὅθεν ὡς παρθένος σε, καὶ Ὁσίαν καὶ Μάρτυρα, θαυμαστῶς ἐδόξασε, Φεβρωνία ὁ Κύριος, ᾧ πρέσβευε ὑπὲρ τῶν πάντων· Χαῖρε σεμνὴ Ὁσιομάρτυς.

Μεγαλυνάριον

Χαίροις Φεβρωνία πανευκλεής, Ὁσίων ἡ δόξα, καί Μαρτύρων ἡ καλλονή· ἐν γάρ ἀμφοτέροις ἀθλήσασα νομίμως, εἰκότως καί βραβειών διπλῶν ἠξίωσαι.